12. Ἆρά γε καὶ περὶ κρόταφον ὀστέων διακοπαὶ σπασμὸν ἐπικαλέονται;
13. ἢ τὸ μεθύοντα πληγῆναι ἢ τὸ ῥυῆναι πολὺ ἐν
14. ἀρχῇσι; εἰ τοῦτο ποιεῖ σπασμώδεα;
16. Τὸ μὲν ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον σπασμώδεα
17. κατά τινα τῶν ἀντιγράφων οὐ πρόσκειται, διαφέρει δ’
1. οὐδὲν ὡς πρὸς τὴν διάνοιαν, εἰ καὶ μὴ προσκέοιτο, συνυπακούεται
2. τῷ κατ’ ἀρχὴν εἰρημένῳ, σπασμὸν ἐπικαλέονται.
3. προφανῶς οὖν ἐδήλωσεν ἐνταῦθα τὸ φανὲν αὐτὸ καθ’ ἕκαστον
4. ἄῤῥωστον, ὅταν ἄξιον εἶναι αὐτῷ δόξῃ γραφῆς ἑρμηνεύειν,
5. εἶτα ἐνίοτε μὲν ἀποφαινόμενος ὡς καθολικὸν, ἐνίοτε
6. δὲ διαπορῶν, ὥσπερ καὶ νῦν ἐπί τινος διακοπέντος ὀστοῦ
7. τῆς κεφαλῆς κατὰ κρόταφον, ὃς ἐμέθυσε μὲν ἡνίκα ἐπλήγη,
8. παραχρῆμα δὲ αἱμοῤῥαγήσας ἰσχυρῶς ὕστερον ἐσπάσθη.
9. τριῶν οὖν αὐτῷ προσγενομένων, ἑνὸς μὲν τῆς κατὰ τὸν κρόταφον
10. διακοπῆς, δευτέρου δὲ τοῦ μεθύοντος γενέσθαι τοῦτο
11. καὶ τρίτου τῆς αἱμοῤῥαγίας ζητεῖ, διὰ τί τούτων ὁ σπασμὸς
12. ἐγένετο. καὶ τοίνυν ἀποκρινοῦμαι ἂν
13. ῥᾳδίως αὐτῷ. περὶ μὲν τῆς κατὰ τὸν κρόταφον διακοπῆς
14. Ἱπποκράτης λέγει ὅτι καὶ πληγαὶ καίριοι καὶ καροῦσαι αἱ
15. κροταφῖται γίνονται, καὶ μέντοι καὶ ὅτι ἐν σπασμοῖς καὶ
16. τετάνοις οἱ κροταφῖται μύες πρῶτοι πάσχουσι. περὶ δὲ
17. τῆς μέθης τὸν ἀφορισμὸν ἐκεῖνον εἰρῆσθαι, ἢν μεθύων τις
1. ἐξαίφνης ἄφωνος γένηται, σπασθεὶς ἀποθνήσκει. περὶ δὲ
2. τῆς αἱμοῤῥαγίας, ὅτι σπασμὸς γίνεται ὑπὸ πληρώσεως ἢ
3. κενώσεως, ἀλλ’ οὐχὶ τοῦ παντὸς σώματος, ἀλλὰ τῶν νεύρων
4. αὐτῶν, ὅθεν ἐφ’ αἱμοῤῥαγίᾳ οὐ σπῶνται, πλὴν εἰ καταψυχθείη
5. ἤτοι διὰ τὴν τῶν παραμενόντων ἀμέλειαν ἢ τὸ
6. καταπαύειν ἐθέλειν τὴν αἱμοῤῥαγίαν διὰ τῶν ψυκτηρίων
7. βοηθημάτων.