Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.124, ed. Kühn, 1829, vol. 16, p. 777-779. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.124


10. Ἐν ἱδρῶτι πτύελα παραῤῥέοντα πυρετώδει ἐόντι ἀήθεα.
11. ἆρά γε τουτέοισιν ἐπί τινας ἡμέρας κοιλίαι καθυγραίνονται;
12. οἶμαι. ἆρά γε τούτοισιν εἰς ἄρθρον ἀπόστημα
13. ἔσεσθαι;

15. Τινὲς τὸ πέρας τῆς προτέρας ῥήσεως ἀρχὴν ταύτης
16. ποιοῦνται διττῶς, ἔνιοι μὲν μετὰ τοῦ ἄρθρου, τὰ σπασμώδεα
17. ἐν ἱδρῶτι πτύελα παραῤῥέοντα, διαφέρει δ’ οὐδὲν ὡς
18. πρὸς τὴν διάνοιαν, ἐάν τε προσθῇ ἐάν τε ἀφέληται τὸ
1. ἄρθρον. τὸ μέντοι προτάξαι τῶν ἐφεξῆς λεγομένων τὰ
2. σπασμώδεα μεγάλην ἐξαλλαγὴν ποιεῖ τῆς διανοίας. καὶ
3. ταύτης γε ἔτι μᾶλλον κατὰ τὴν ἑτέραν γραφὴν, ἥν τινες
4. τῶν νεωτέρων ἔγραψαν, ἀντὶ τοῦ ἐν ἱδρῶτι ποιήσαντες ὄνομα
5. σύνθετον ἀνιδρωτὶ, τουτέστι τὸ μὴ ἐν ἱδρῶτι ἢ ἄνευ
6. τοῦ ἱδρώττειν. εἰ μὲν οὖν πολλάκις ἐν πολλαῖς ῥήσεσι τὰ
7. μηδὲ εἰς τὴν πρόῤῥησιν συντελοῦντα τοῖς συντελοῦσιν ἀντέγραφεν,
8. ἄντικρυς ἂν ἐμεμψάμην τοὺς προγράψαντας ἢ προτάξαντας
9. τῇ ῥήσει τὰ σπασμώδεα. προστιθέντος δ’ αὐτοῦ
10. καὶ τοῦ μηδὲν συντελοῦντος, συγγινώσκω τοῖς γράψασι τὰ
11. σπασμώδεα, καίτοι μηδὲν ἀξιόλογον εἰς τὰ παρόντα συντελεῖ.
12. τὰ γὰρ ἐν πυρετοῖς ἅμα τοῖς ἀκρίτοις ἱδρῶσι παραῤῥέοντα
13. πτύελα διὰ πλῆθος ἄμετρον ἢ διὰ ἀῤῥωστίαν τῆς
14. δυνάμεως γίνεται, καὶ διὰ τοῦτό ἐστιν ἀήθη, καθάπερ εἰ
15. καὶ εὔτροπά τις εἶπεν. ἀλογωτέρα δέ τις γένοιτ’ ἂν ἡ διάνοια,
16. γραφόντων ἡμῶν ἀνιδρωτί. καίτοι οἱ μεταθέντες τὴν
17. παλαιὰν γραφὴν, ὥς τι σοφώτερον εὑρηκότες οὕτως ἔγραψαν,
1. ἀντὶ τοῦ ἐν ἱδρῶτι ποιήσαντες αὐτό. τὸ δὲ ἆρά γε
2. τούτοισιν ἐπὶ τινας ἡμέρας κοιλίαι καθυγραίνονται; τεθεαμένος
3. ἐπ’ ἀῤῥώστου δηλονότι γενόμενον οὕτως ἔγραψε, ζητῶν
4. εἰ πολλοῖς δύναται τοῦτο συμβαίνειν, ἀποκρίνασθαι δ’
5. αὐτῷ βεβαίως, ὅσον ἐπὶ τοῖς εἰρημένοις οὐδὲν ἔχομεν. ὅπως
6. γὰρ ἔχει τὰ ἄλλα τῷ τοιούτῳ ἀῤῥώστῳ, χρὴ προσδιορίσασθαι,
7. περὶ ὧν οὐδὲν εἴρηκε. κατὰ δὲ τὸν αὐτὸν τρόπον
8. καὶ περὶ τῶν ἀποστησαμένων εἰς ἄρθρα· μεμάθηκας γὰρ
9. ἐκ τίνων σημείων χρὴ τὰ τοιαῦτα διορίζεσθαι, περὶ ὧν
10. οὐδὲν εἴρηται νῦν.

Cliquer un n° de page pour en afficher l’image