13. Τὰ ἐπ’ ὀλίγον θρασέως παρακρούοντα μελαγχολικά. ἢν δὲ
14. ἀπὸ γυναικείων ᾖ θηριώδεα, ἐπὶ πλείω δὲ ταῦτα
15. συμπίπτει, ἆρά γε καὶ σπασμώδεες αὗται; ἆρά γε καὶ
16. αἱ μετὰ κάρου ἀφωνίαι, σπασμώδεες αὗται; οἷον τῇ τοῦ
17. σκυτέως θυγατρὶ ἤρξατο γυναικείων παρεόντων.
1. Τίνα μὲν ὀνομάζει μελαγχολικὴν παραφροσύνην ἔμπροσθεν
2. εἶπον αὐτῆς ταύτης ἧς νῦν εἶπε ῥήσεως, τὴν ἀρχὴν
3. αὐτοῦ γράψαντος. ὁ δὲ ἐνεστὼς λόγος ἐστὶν, ὡς αὐτὸς
4. ὡμολόγησεν, ἑωρακότος αὐτοῦ τὴν τοῦ σκυτέως θυγατέρα
5. ἐξ ἐπιμηνίων ἐπισχέσεως παρακρούσασαν θηριωδῶς. ἐνεδείξατο
6. δὲ διὰ τῆς φωνῆς ταύτης ἐπίτασιν τοῦ μελαγχολικοῦ.
7. ἑτοίμων γὰρ ὄντων εἰς τὸ κακουργεῖν τοὺς πέλας
8. τῶν μελαγχολικῶς παρακρουόντων, ὅταν μεγάλας ποιῶνται
9. τὰς κακουργίας, θηριώδεις αὐτὰς ὀνομάζει. ἀλλὰ τὸ ἐξ
10. ἐπισχέσεως τῆς ἐμμήνου καθάρσεως τοιαύτην γίνεσθαι
11. παραφροσύνην οὔτε παντελῶς ἀληθὲς οὔθ’ ὡς τὸ πολύ.
12. μελαγχολικοῦ γὰρ ὄντος τοῦ αἵματος τὸ ἐπὶ τὸν ἐγκέφαλον
13. ἰέναι τοιαύτην ἐργάζεται παρακοπὴν, πικροχόλου δὲ
14. οὐκέτι τοιαύτην, ἀλλὰ τὴν συνήθως γινομένην. εἰ δὲ φλεγματῶδες
15. ᾖ τὸ πλῆθος, καταφορὰν καὶ λήθαργον μᾶλλον
16. ἐργάσεται, μικτὸν δὲ εἴπερ ἐκ τούτων εἴη, μικτὴν καὶ τὴν
17. διάθεσιν ἐκ καταφορᾶς καὶ ἀγρυπνίας ἢ παρακοπῆς ἀποτελέσει.
18. ὥσπερ δὲ οὐδὲν τούτων ἐστὶ καθολικὸν αὐτοῖς, οὕτως
1. οὐδὲ τῶν ἐφεξῆς εἰρημένων οὐδὲν, ὅσα τῇ τοῦ σκυτέως
2. ἔγραψε συμβῆναι θυγατρί.