5. Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενέως, οὔτε
6. παρ’ ἑωυτοῖσίν εἰσιν, διανοσέουσί τε μακροτέρως.
8. Τὸ παρ’ ἑωυτοῖσιν ἔνιοι γράφουσι παρὰ σφίσιν αὐτοῖς
9. εἰσιν, εὔδηλον δ’ ὅτι περὶ τῶν σωφρονούντων ἀμφότερα λέγεται,
10. τό τε παρὰ σφίσιν αὐτοῖς εἶναι καὶ παρ’ ἑαυτοῖσιν
11. εἶναι. τὸ δὲ οὐκ εἶναι παρ’ ἑαυτοῖσιν, τουτέστι μὴ κατανοεῖν,
12. ἀλλὰ περιφέρεσθαι τῇ γνώμῃ τὴν διάγνωσιν. ἀγνοοῦσι
13. δὲ ὥσπερ ἐξ ἅλλων τινῶν, οὕτω καὶ τῶν ἀτενῶς ἐκλαμπόντων
14. ὀφθαλμῶν ἴσχειν. ἤρκει δ’ εἰς τοῦτο τὸ ὑπ’ αὐτοῦ
15. λελεγμένον, ὄμματος θράσος παρακρουστικὸν, ὡς καὶ τοῖς
16. ἰδιώταις ἐστὶ δῆλον, ὅσοι γε μὴ παντάπασιν ἠλίθιοι. πρόδηλον
17. γὰρ ὅτι τοῦτο προσυπακούειν ἀεὶ χρή. καλοῦμεν
18. γὰρ εἰς τὰ τοιαῦτα πάντα μάρτυρας ἰδιώτας, ἀδιανοήτους
1. ὄντας τε καὶ ὀνομαζομένους, ἀλλὰ μάλιστα μὲν εἰ οἷόν τε
2. τοὺς φύσει συνετοὺς, εἰ δὲ μὴ, ἀλλά γε μὴ τοὺς νωθροὺς
3. τὴν διάνοιαν. ἐν μέντοι τῷ νῦν λόγῳ πρόσκειται τὸ ὑπερεκλάμπειν
4. τοὺς ὀφθαλμοὺς, ὅπερ ἦν αὐτὸ καθ’ αὑτὸ τῶν
5. θυμουμένων γνώρισμα, ὃ τάχα συνελθὸν τῷ ἀτενεῖ ὄμματι,
6. τουτέστι τῷ θρασεῖ, σφοδροτέραν ἐνδείξεται γενήσεσθαι τὴν
7. παραφροσύνην. ἐκ περιττοῦ δὲ ὡς πρὸς τὴν τοῦ παραφρονῆσαι
8. αὐτοὺς τοιούτους πρόῤῥησιν ἐμνημόνευσε τῶν
9. σπασμωδῶν. καὶ γὰρ καὶ χωρὶς αὐτῶν δύναται γενέσθαι
10. παραφροσύνη καὶ παρόντων αὐτῶν μὴ γενέσθαι. τὸ δὲ διανοσήσειν
11. αὐτοὺς μακροτέρως, ἔτι καὶ μᾶλλον εἰκῆ λέλεκται,
12. οἷς γὰρ σπασμώδεσιν ἐκλάμπουσιν ἀτενὲς οἱ ὀφθαλμοὶ, τούτοις
13. εὔλογον ὀξέως νοσῆσαι μᾶλλον, οὐ χρονίως.