16. Τὰ ἀνάπαλιν αἱμοῤῥαγέοντα κακὸν οἷον ἐπὶ σπληνὶ
17. μεγάλῳ ἐκ δεξιοῦ ῥέειν καὶ τὰ καθ’ ὑποχόνδριον ὡσαύτως.
18. ἐφ’ ἱδρῶτι δὲ κάκιον.
1. Εἵ τι καὶ ἄλλο πολλάκις αὐτὸς ἀποβαῖνον εἶδον,
2. οὕτω καὶ τοῦτο. φαίνεται δὲ καὶ Ἱπποκράτης ἐκ
3. πολλῆς πείρας ἠθροικέναι τὰ καθόλου ἐκ τῆς ἐπὶ μέρους
4. αὐτῷ γεγονυίας. καὶ γὰρ κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία
5. πολλοὺς ἔγραψεν ἀῤῥώστους αἱμοῤῥαγήσαντας ἐπ’ ἀγαθῷ,
6. τοὺς δ’ αὖ πάλιν ἐπὶ κακῷ. τὴν δ’ αἰτίαν τούτων ἀποφηνάμενοι
7. ἑτέρωθι σκεπτόμεθα. νυνὶ δ’ ἀρκέσει τοῦτο γινώσκειν,
8. ὡς οἱ φάσκοντες, ὥσπερ ἐξ ἥπατος ἡ κοίλη φλὲψ
9. ἀναφέρεται διὰ τοῦ θώρακος, οὕτω καὶ ἐκ σπληνὸς ἑτέραν
10. ἀρχομένην διανέμεσθαι τοῖς ἀριστεροῖς μέρεσιν, οὐκ ἀληθεύουσι.
11. μία γάρ ἐστι μόνη φλὲψ ἐκ τῶν κάτω τοῦ διαφράγματος
12. ἀνερχομένη. ζητεῖται δ’ οὐκ ἀλόγως ὑπὸ τῶν
13. ἐξηγητῶν διὰ τί προσέθηκε τὸ ἐπὶ σπληνὶ τῷ μεγάλῳ καί
14. φασιν οἱ τὰ πιθανώτατα δόξαντες λέγειν ἐπὶ σμικροῦ
15. σπληνὸς οὐ πάνυ σαφῆ γίνεσθαι τὴν ἐφ’ ἑκάτερα ῥοπὴν
16. ὠφελείας ἢ βλάβης. ἐμοὶ δὲ δοκεῖ προσθεῖναι τῷ λόγῳ τὸ
17. μεγάλῳ, ὡς εἰ καὶ ἐξηρμένῳ ἢ ὀγκωμένῳ ἢ φλεγμαίνοντι
1. προσέγραψεν. εἰ γὰρ ἁπλῶς ἐπὶ σπληνὶ ἐγεγράφει, ζήτησις
2. πάλιν ἂν ἦν ἑτέρα τί πάσχοντος λέγει τοῦ σπληνός. εἰ οὖν
3. τοῦτο μὴ ζητῶμεν, ἀλλ’ εἰδῶμεν ἐπὶ παντὸς ὄγκου τοῦ παρὰ
4. φύσιν ἐν σπληνὶ τὴν ἀνάπαλιν αἱμοῤῥαγίαν βλαβερὰν οὖσαν,
5. ἕνεκεν τοῦ διορισμοῦ προσέγραψε τὸ μεγάλῳ. παράδειγμα
6. δέ ἐστι τοῦτο αὐτὸ δηλονότι τὸ ἐπὶ σπληνὸς ἁπάντων τῶν
7. ἀνάπαλιν αἱμοῤῥαγούντων καὶ διὰ τοῦτο πρόσκειται τῷ λόγῳ,
8. τὸ οἷον ὡς εἰ καὶ οὕτως εἰρήκει, οἷον ἐφ’ ἥπατι μεγάλῳ
9. ἐξ ἀριστεροῦ μυκτῆρος αἱμοῤῥαγία γινομένη, ἀλλ’ οὕτως
10. ἐπὶ σπληνὶ, ὡς παραδείγματι, ἐφ’ ἧπαρ μεταβῆναι προφανὲς
11. εἶναι δοκήσας, οὐκέτ’ ἐμνημόνευσε τοῦ ἥπατος. ὅτι
12. δ’ ἂν ἀπὸ σπλάγχνου πάλιν ἐπὶ σπλάγχνον ἡ μετάβασις
13. ἐγίνετο, προσέθηκε τὸ ὑποχόνδριον εἰπὼν καὶ τὰ καθ’ ὑποχόνδριον
14. ὡσαύτως, ἵνα μὴ μόνον ἐπὶ τοῖς σπλάγχνοις τὰς
15. κατ’ ἴξιν αἱμοῤῥαγίας ἀγαθὰς εἶναι νομίζωμεν ἢ κακὰς τὰς
16. ἀνάπαλιν, ἀλλὰ καὶ τοῖς ὑποχονδρίοις. οὔσης δὲ κακῆς τῆς
17. ἀνάπαλιν αἱμοῤῥαγίας ἔτι μοχθηρότερον γίνεται τὸ σημεῖον
1. ἐὰν μετ’ ἐφιδρώσεως συμβαίνει. ἐφίδρωσιν δὲ πολλάκις μὲν
2. ἤδη κατὰ τὸ βιβλίον ἔγραψεν, οὐδαμόθι δὲ σαφῶς οὕτως
3. ὡς γνῶναι πότερον τὴν περὶ θώρακα καὶ κεφαλὴν γινομένην
4. ἱδρώτων ἐπιφάνειαν οὕτως ὠνόμασεν ἢ καὶ τὴν δι’ ὅλου
5. τοῦ σώματος, ὅταν ὀλίγοι τε καὶ μηδὲν ὠφελοῦντες γίνωνται.
6. μοχθηρὸν μὲν οὖν ἑκάτερον αὐτῶν ἐστι, μοχθηρότερον
7. δὲ ἐν τοῖς ἄνω μέρεσι γίνεται. σημαινούσης γὰρ ἁπάσης
8. ἐφιδρώσεως ἤτοι πλῆθος ἐν τοῖς ἐφιδροῦσι μορίοις ἢ
9. τῆς καθεκτικῆς δυνάμεως ἀῤῥωστίαν, ὁπότερον ἂν ᾖ τούτων,
10. ἐν τοῖς περὶ θώρακα καὶ κεφαλὴν τόποις μοχθηρότερόν
11. ἐστι σημεῖον ἢ κατ’ ἄλλο τι μέρος γεγονότα.