14. Ἐκ ῥινῶν μικροῖς ἱδρῶσι περιψυχόμενα, κακοήθεα,
15. μοχθηρά.
17. Κἀνταῦθα πάλιν ἑρμηνείᾳ κέχρηται μὴ προσθεὶς τὸ
18. ἐκ ῥινῶν ἀεὶ αἱμοῤῥαγοῦντι, προσυπακοῦσαι δ’ ἡμᾶς ἐξ
1. ἀνάγκης αὐτῷ χρὴ, διὰ τὸ μηδὲν ἔχειν ἄλλο νοῆσαι. γενήσεται
2. γοῦν ὁ λόγος ὁλόκληρος ἑρμηνευθεὶς τοιόσδε· γινομένης
3. ἐκ ῥινῶν αἱμοῤῥαγίας, ὅταν ἱδρῶτες ἢ ὦσιν ἢ ἐπιγένωνται,
4. περίψυξιν μὲν φέρουσι, μηνύουσαν κακὸν εἶναι
5. τὸ νόσημα. περιψύξεως δὲ τῆς μὲν ἐν τοῖς ἄκροις γινομένης,
6. τῆς δὲ καθ’ ὅλον τὸ σῶμα, χαλεπωτέρα δηλονότι περίψυξίς
7. ἐστιν ἡ καθ’ ὅλον τὸ σῶμα.