Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.129, ed. Kühn, 1829, vol. 16, p. 786-789. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.129


10. Μεθ’ αἱμοῤῥαγίαν μελάνων δίοδος κακὸν, πονηρὰ δὲ καὶ
11. τὰ ἐξέρυθρα. εἰ δὲ ἆρά γε τεταρταίοισι ταῦτα αἱμοῤῥαγέει,
12. κωματώδεες, ἐκ τοιούτων σπασμῶν τελευτῶσιν;
13. ἆρα μελάνων προδιελθόντων καὶ κοιλίης ἐπαρθείσης.

15. Συνέχεε πάλιν κἀνταῦθα καθάπερ ἐν ἄλλοις πολλοῖς
16. λόγον σαφῆ καὶ χρήσιμον ὑφ’ Ἱπποκράτους εἰρημένον. ἔστι
17. δ’ αὐτοῦ τὸ μὲν πρῶτον καθόλου τοιόνδε. τὰ κρίσιμα μὴ
1. κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα. πολλῶν δὲ
2. ὄντων κρισίμων, καθ’ ἕκαστον αὐτῶν πάλιν ἴδιος γίνεται
3. λόγος, ἐπὶ μέρους μὲν ὡς πρὸς τὸν εἰρημένον, ἐν τῷ καθόλου
4. δὲ ὡς πρὸς τοὺς ὑποτεταγμένους, οἷός περ καὶ ὁ
5. τοιόσδε· αἱμοῤῥαγία μὴ κρίνουσα θανατώδης ἢ δύσκριτος.
6. οὕτω δὲ καὶ ἱδρὼς ἢ πλῆθος οὔρων ἢ διαχωρημάτων ἢ
7. ἐμέτων ἢ τὰ καθ’ αἱμοῤῥοΐδας καὶ μήτρας ἐκκενούμενα καὶ
8. παρωτίδες ἅμα τοῖς ἄλλοις ἀποσκήμμασιν. ἅπαντα γὰρ
9. ταῦτα μὴ κρίνοντα ποτὲ μὲν θανατώδη, ποτὲ δὲ δύσκριτα
10. γίνονται, τουτέστιν ἄκριτα ποιεῖ τὰ νοσήματα. κοινότατος
11. δὲ ἐπ’ αὐτοῖς ἐστι λόγος καὶ καθολικώτατος καὶ γενικώτατος.
12. ὀνομαζέτω γὰρ ἕκαστος ὡς ἂν ἐθέλῃ τὰ κρίσιμα μὴ
13. κρίνοντα, τὰ μὲν θανατώδη, τὰ δὲ δύσκριτα. χρήσιμα δ’
14. ἐνταῦθα διορίσασθαι πότε θανατώδη καὶ πότε δύσκριτα.
15. δέδεικται δὲ καὶ τοῦθ’ ὑφ’ Ἱπποκράτους αὐτοῦ. τὰ μὲν
16. γὰρ ἐπὶ τοῖς κρισίμοις οὐδὲν ὠφελούμενα δύσκριτα, τὰ δὲ
1. καὶ πρὸς τοὐναντίον ῥέποντα θανατώδεα. μαρτυρεῖται δὲ
2. τὰ πρὸς τοὐναντίον ῥέποντα ἐκ τῶν ἄλλων σημείων, ὥσπερ
3. καὶ νῦν ἔγραψε τὰ κακοήθη διαχωρήματα. γένοιτο δ’ ἄλλως
4. τινὶ τοιοῦτον ἕτερον πάθος κακόηθες, οἶον ἔμετος ἢ
5. οὖρα μοχθηρὰ, καθάπερ γε καὶ περίψυξις δυσεκθέρμαντος
6. ἢ ὅλου τοῦ σώματος ἢ τῶν ἀκρωτηρίων μόνων. οὕτω δὲ
7. καὶ δίψος διὰ βάθους καὶ καῦμα καὶ ἀχλὺς καὶ δυσφορία
8. καὶ ἀγρυπνία καὶ τῶν ἄλλων τι τῶν μοχθηρῶν. ἔμαθες
9. δὲ ταῦτα αὐτὰ πάντα κατὰ τὰ περὶ κρίσεων ὑπομνήματα
10. καὶ τὰ τοῦ προγνωστικοῦ, τινὰ δὲ κἀν τοῖς τῶν ἐπιδημιῶν.
11. ἔγραψε γοῦν κἀνταῦθα τὸν καθόλου λόγον ἑνὸς εἴδους τῶν
12. κατὰ μέρος μνημονεύσας. ὁ γὰρ ἄρτι μανθάνων
13. τὴν τέχνην οἴεται ταῦτα μόνα κακοήθη εἶναι, περὶ ὦν ἤκουσεν.
14. εἰ δὲ καὶ φύσει δριμύς ἐστιν, ὑπονοῆσαι ἐνδέχεταί τινα καὶ
15. ἄλλα τοιαῦτα εἶναι καὶ περιμένειν χρόνον ἄλλον ἐν ᾧ κἀκεῖνα
16. μαθήσεται, κἂν οὕτω τύχῃ μαθὼν, ἀλλὰ τὰ κατὰ
17. μέρος αὖθις περιμενεῖ, μὴ γινώσκων ὁπόσον ἔτι λείπει τῆς
18. διδασκαλίας αὐτῷ. ὁ δὲ τὸ καθόλου μαθὼν ἅπαντα γινώσκει
1. τὰ κατὰ μέρος. ἀλλ’ ὁ τὸ προῤῥητικὸν τοῦτο γεγραφὼς
2. ἐν τῷ μετὰ μέρος φέρεται καὶ διὰ τοῦτο ποτὲ μὲν
3. ἐξ ἀνομοιογενῶν συμπτωμάτων ἀθροίζει συνδρομὴν, ποτὲ δ’
4. ἐξ ἑνὸς ἢ δυοῖν ἀῤῥώστοιν ἀπόφασιν ποιεῖται καθόλου, ποτὲ
5. δ’ ἀπορεῖ καὶ ἀμφιβάλλει, καθάπερ καὶ νῦν εἰπὼν, ἆρά γε
6. τεταρταίοισι ταῦτα αἱμοῤῥαγέει; ὡς γὰρ ἑωρακώς τινα τεταρταῖον
7. αἱμοῤῥαγήσαντα, παραλιπὼν δὲ τοὔνομα γράψαι,
8. τὸν λόγον ἐποιήσατο, καίτοι τὰ περὶ τῶν ἡμερῶν
9. καθόλου διδασκαλίαν ἔσχεν ἐν τῷ προγνωστικῷ. πάλιν δὲ
10. τὰ κατὰ μέρος ἀποφαινόμενος οὗτος ὁ τὸ προῤῥητικὸν γράψας,
11. οὐχ ὡς κατὰ μέρος, ἀλλ’ ὡς καθόλου τὸν λόγον ἐποιήσατο
12. γράψας ὧδε, κωματώδεες, ἐκ τούτων σπασμῷ τελευτῶσιν,
13. οὐκ ἀναγκαίως γιγνόμενον εἰπὼν, ἀλλ’ ἔσθ’ ὅτε συμβαῖνον,
14. ὥσπερ καὶ ἄλλο τι τῶν ἀχρήστων ἐχόντων γένεσιν.
15. ἀλλὰ τοῦτο μὲν ἁπλῶς ἀπεφήνατο, περὶ δὲ τῶν μελάνων
16. προδιελθόντων καὶ κοιλίης ἐπαρθείσης· ἀποκρινόμεθα τοιγαροῦν
17. αὐτῷ κἀνταῦθα δύνασθαι μὲν καὶ ταῦτα γενέσθαι,
18. ἀλλ’ οὔτε διὰ παντὸς οὔθ’ ὡς τὸ πολύ.

Cliquer un n° de page pour en afficher l’image