Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.130, ed. Kühn, 1829, vol. 16, p. 790-791. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.130


2. Τὰ αἱμοῤῥαγέοντα, ἐφιδροῦντα, τρώματα, κακοήθεα· οὗτοι
3. διαλεγόμενοι λαθραίως τελευτῶσιν.

5. Ἔνιοι μὲν ἔγραψαν τρώματα διὰ τοῦ τ καὶ ρ καὶ ω
6. τὴν πρώτην συλλαβὴν, ἔνιοι δὲ τρομώδεα διὰ τοῦ τ καὶ ρ
7. καὶ ο. συνηθέσταται μὲν αἱ γραφαὶ αὗται τοῖς τε ἐξηγηταῖς
8. ἐγένοντο καὶ τοῖς γραφεῦσι, σπάνιαι δὲ ταῖς συνδρομαῖς,
9. ὥσπερ καὶ ἡ διὰ τοῦ τ καὶ ρ καὶ α καὶ υ τὴν πρώτην
10. συλλαβὴν ἔχουσα γεγραμμένην. ἀρκτέον οὖν ἐστι καὶ
11. ἡμῖν ἀπὸ τῆς συνήθους, ἣν διὰ τοῦ τ καὶ ρ καὶ ω γεγραμμένην
12. εὑρίσκομεν, ταὐτὸν σημαίνουσαν τῇ διὰ τοῦ τ καὶ ρ
13. καὶ α καὶ υ γεγραμμένῃ. τρώματα γὰρ τὰς ἀπὸ τῶν ἔξωθεν
14. αἰτίων βλάβας ὀνομάζει καὶ Ἱπποκράτης. εἰκὸς οὖν
15. ἐστι καὶ νῦν τοῦτον τὸν λόγον οὐ μόνον ἐπὶ τραυμάτων ἢ
16. ἐξανθημάτων ἢ ἀποστημάτων καὶ διαστάσεων γεγονέναι,
17. ἀλλὰ καὶ ἐπὶ τῶν αἱμοῤῥαγιῶν. συμφωνότεραι γάρ εἰσιν
18. αἵδε ἐπὶ τοῖς τραύμασι, ταῦτα γὰρ αἱμοῤῥαγοῦσι μόνον.
1. τινὲς δέ φασιν ὅτι περὶ τῶν ἐκ ῥινὸς αἱμοῤῥαγιῶν ἔτι καὶ
2. νῦν ὁ λόγος ἐστὶν αὐτῷ γιγνόμενος, οὐκ ἐν πυρετοῖς μόνον,
3. ἀλλὰ καὶ τοῖς ἄρτι λελεγμένοις πάθεσι θανατοῦν. ἐάν τ’
4. οὖν περί τε πάντων αὐτῶν ὁ λόγος ἐάν τε καὶ περὶ τραυμάτων
5. μόνον, αἱ μετ’ ἐφιδρώσεως αἱμοῤῥαγίαι κακοήθεις
6. εἰσὶν, ὡσαύτως δὲ κἂν τρομώδεα γεγραμμένον ᾖ. τὸ δὲ
7. διαλεγομένους αὐτοὺς ἐν ἄλλῳ τραυματώδεα λαθραίως τελευτᾷν
8. τοιοῦτόν τι δηλοῦν φασι, μηδὲν ἔχειν δοκοῦντες οἱ
9. τοιοῦτοι κακὸν, ἀλλ’ ὡς ἐν ἀκινδύνῳ καθεστῶτες καὶ διαλεγόμενοι
10. τοῖς παροῦσιν, ἐξαίφνης τελευτῶσιν. εἰ δὲ τοῦτο
11. αὐτοῖς βούλεται σημαίνειν τὸ λαθραίως, ἄκρως φαίνονται
12. οἱ σπουδάζοντες ἐξαλλάττειν τὴν κατὰ φύσιν ἑρμηνείαν,
13. ἀλλοκότοις μεταφοραῖς. ἡγοῦνται γὰρ ἀρετὴν εἶναι
14. λόγου τὸ διὰ παντὸς ἀφίστασθαι συνήθους, ὡς οὐδὲν διαφέρον,
15. εἰ καὶ πρὸς τὸ χεῖρόν τις ἀφίσταται.

Cliquer un n° de page pour en afficher l’image