2. Ἡ μεθ’ αἱμοῤῥαγίαν βραχεῖαν καὶ μελάνων διαχώρησιν ἐν
3. ὀξέσι κώφωσις κακόν· αἵματος διαχώρησις ἐν τούτοισιν
4. ὀλέθριον· κώφωσιν δὲ λύει.
6. Περιέχεταί τι κατὰ τὴν συνδρομὴν ταύτην ἀληθὲς καθολικὸν,
7. ἐπὶ γάρτοι τοῖς μέλασι διαχωρήμασιν ἐν τοῖς ὀξέσι
8. νοσήμασιν, ἂν αἷμα διαχωρήσωσιν, ὀλέθριον ὄντως ἐστί.
9. καὶ γὰρ καὶ ἡμεῖς εἴδομεν τοῦτο καὶ ἄλλοι γεγηρακότες ἐν
10. τοῖς τῆς τέχνης ἔργοις. καί μοι φαίνεται γίνεσθαι τὸ σύμπτωμα
11. κατὰ τὸν αὐτὸν λόγον, καθ’ ὃν ἐν ταῖς ὑπερκαθάρσεσιν
12. ὕστατον ἐκκρίνεται τὸ αἱματῶδες. ἀλλὰ τῶν κατὰ
13. μέρος ἐστὶν, ἐν οἷς ὁ συγγραφεὺς ὠνόμασεν.