Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.132, ed. Kühn, 1829, vol. 16, p. 792-794. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.132


16. Ὀσφύϊ ἐπωδύνῳ καρδιαλγικὰ προσεόντα σημεῖα αἱμοῤῥαγώδεα,
17. οἶμαι καὶ προγεγενημένον σημεῖον.

1. Οὐ καλῶς τὴν ῥῆσιν ταύτην ἐξηγήσαντο πολλοὶ τῶν
2. γεγραφότων εἰς τὸ βιβλίον ὑπομνήματα, μετὰ τοῦ καὶ διενεχθῆναι
3. πρὸς ἀλλήλους. ἐμοὶ δ’ ἄν τις αὐτὴν δοκεῖ χρησίμως
4. τοῖς μανθάνουσιν ἐξηγήσασθαι, κατὰ τόνδε τὸν τρόπον
5. οὐκ ἐμνημόνευσεν ἐν τῷ λόγῳ πυρετῶν ἢ ὀξέος νοσήματος,
6. ὥσπερ εἴωθεν. εἰκὸς οὖν ἐστιν ἐπὶ τῶν ἀπυρέτων
7. αὐτοῦ γίνεσθαι τὸν λόγον, ἐπ’ οὐδεμιᾷ προφάσει φανερᾷ,
8. πλείοσιν ἡμέραις ἐφεξῆς ὀδυνωμένων ὀσφὺν καὶ καρδιαλγούντων.
9. ἐπὶ τούτων οὖν προσδοκᾶν χρὴ δι’ αἱμοῤῥοΐδων
10. κενώσεως. δύναιο δ’ ἂν οὐ μόνον ὅτι γενήσεται τοῦτο
11. προλέγειν, ἀλλὰ καὶ δι’ ἐπίσχεσιν αἱμοῤῥοΐδων αὐτὰ γενέσθαι
12. τεκμαίρεσθαι καὶ μᾶλλον εἰ βλέποις τὴν κρᾶσιν τοῦ
13. ταῦτα πάσχοντος μελαγχολικὴν, ὥστε σοι τὴν ἐκ τῶν εἰρημένων
14. πρόῤῥησιν οὐ μόνον μέλλοντος, ἀλλὰ καὶ προγεγονότος
15. εἶναι, καὶ τρίτον γε τοῦ ἐνεστῶτος. ὅταν γὰρ ἀπὸ τῶν
16. ἄλλων διορισθῇ τὸ τῆς ὀσφύος ἄλγημα καὶ ἡ καρδιαλγία,
17. προγεγονότος μὲν ἔσται πρόγνωσις ἐκ τοῦ γνῶναι καὶ πρόσθεν
18. αὐτῷ γεγονέναι δι’ αἱμοῤῥοΐδος κένωσιν, μέλλοντος
1. δὲ, ὅτι καὶ νῦν ἔσται, ἐνεστώσης δὲ τῆς διαθέσεως αὐτῆς,
2. σαφῆ τὰ συμπτώματα. πλήθους γὰρ ἠθροισμένου κατὰ τὰς
3. φλέβας λεπτὸς μέν τις ὀῤῥὸς αὐτῷ συῤῥέων εἰς τὴν γαστέρα
4. τὰς καρδιαλγίας ἐργάζεται, προσαναβαίνων ἐπὶ τὸ
5. κατ’ αὐτὴν στόμα, πάντων σχεδὸν αἰσθητικώτατον ὑπάρχον
6. τῶν μορίων. τὸ δὲ πλεῖστον τοῦ πλήθους εἰς τὸ κάτω χωρίον
7. ῥέπον, ἐφ’ ὃ καὶ πρῶτον εἰώθασί γε φέρεσθαι, τὰ
8. τῆς ὀσφύος ἀλγήματα γενήσεται.

Cliquer un n° de page pour en afficher l’image