Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.133, ed. Kühn, 1829, vol. 16, p. 794-795. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.133


11. Τὰ τεταγμένοισι χρόνοισιν αἱμοῤῥαγέοντα διψώδεα,
12. δύσκολα, ἐκλυόμενα, μὴ αἱμοῤῥαγήσαντα, ἐπιληπτικὰ
13. τελευτᾷ.

15. Κἀνταῦθα πάλιν ἤρκει καθόλου φάναι πρῶτον μὲν
16. οἷς ἃν συνήθης κένωσις αἵματος ἐπίσχηται, τούτοις ἔσεσθαι
17. νοσήματα πληθωρικὰ, ῥυέντος αὐτοῦ πρὸς ἐκεῖνα τὰ
18. μόρια τοῦ σώματος, ὅσα πλησίον ἐστὶ τῶν ἐπεσχημένων
19. ἐκρύσεων ἢ τῶν ἄλλων ἀσθενέστερα, κατὰ μέρος δὲ περὶ
1. τῶν ἐξ αἱμορροΐδων ὡς ἂν μελαγχολικῶν περιττωμάτων τρεφόντων
2. ἤτοι μελαγχολίαν ἢ φθίσιν ἢ ὕδερον ἢ κιρσοὺς ἢ
3. καρκίνον ἢ ἐλέφαντα· τούτων δὲ ἔξωθεν ἑκάστῳ κατ’ ἐκεῖνο
4. τὸ μόριον ἔσεσθαι τὸ πάθος, ὃ τῶν ἄλλων ἐστὶν ἐπιφανῶς
5. ἀσθενέστερον. ἕνα δὲ προέθηκεν ἐν τῇ προκειμένῃ
6. ῥησει δυοῖν συμπτωμάτων, τῆς δίψησης καὶ τοῦ ἐκλύεσθαι
7. τὴν ἐπίσχεσιν. τὸ μὲν γὰρ τῆς δίψης οὐδ’ ὅλως ἴδιον
8. ἐπισχέσεως αἵματός ἐστι, τὸ δὲ ἐκλύεσθαι ταῖς ἀμέτροις
9. ἐκρύσεσι τοῦ αἵματος, οὐ ταῖς ἐπισχέσεσιν ἕπεται. καὶ καλῶς
10. εἴρηται κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν αἵματος πολλοῦ
11. ῥυέντος ἐνοχλεῖσθαι, ἔνθα καὶ τὸ σημαινόμενον ἐξηγησάμην
12. ἐκ τῆς ἐκλύεται φωνῆς.

Cliquer un n° de page pour en afficher l’image