15. Τὰ εὔθετα ταραχώδεα, ἄγρυπνα,
16. ἀποστάξαντα, ἑκταῖα κουφισθέντα, νύκτα πονήσαντα, εἰς τὴν
17. αὔριον ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμορραγῄσει
1. λάβρως. ἆρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι
2. σημαίνει;
4. Ἐδήλωσε πάλιν ἐνταῦθα σαφῶς αὐτὸ τὸ ἐν ταῖς κατὰ μέρος
5. συνδρομαῖς φαινόμενον· αἱμορραγίας γάρ εἰσιν ἴδια σημεῖα τὰ γεγραμμένα
6. σαφῶς ἐφεξῆς ἐν τοῖς Περὶ κρίσεων ὑπομνήμασι, νῦν δὲ ἐπ’
7. ἀνθρώπου λάβρως αἱμορραγήσαντος πάντα τὰ προηγούμενα τῆς αἱμορραγίας
8. ἔγραψεν.