11. Οἷσιν αἱμορραγίαι πλείους, προεληλυθότος
12. χρόνου κοιλίαι πονηρεύονται, ἢν μὴ τὰ οὖρα πεπανθῇ.
14. Ἐν μὲν τοῖς ἀφορισμοῖς ὁ Ἰπποκράτης εἶπεν· οἷσιν
15. ἐν πυρετοῖσιν αἱμορραγέει πλῆθος ὁκόθεν οῦν ἐν τῇσιν ἀναλήψεσιν,
16. ἐν τούτοισιν αἱ κοιλίαι καθυγραίνονται. οὗτος δὲ
17. ἁπλῶς ἔφη, πονηρεύονται τάχα περιλαβεῖν τῷ πονηρεύονται
18. ῥήματι, βουληθεὶς καὶ τὸ ἐξυγραίνονται καὶ τὰ ἄλλα
1. ὅσα κατὰ κοιλίαν πλημμελεῖται, τινῶν μὲν δακνομένων, τινῶν
2. δὲ ἐμφυσωμένων ἢ ὀξυρεγμίαις ἁλισκομένων ἢ ὅλως
3. ἀπεπτούντων. ἅπαντα δ’ ἕπεται τῇ τῆς ἐμφύτου θερμασίας
4. ἐνδείᾳ, δι’ ἣν καὶ τὸ οὖρον ὑδατῶδεσ φαίνεται.