Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.140, ed. Kühn, 1829, vol. 16, p. 799-800. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.140


9. Οἷσι κοιλίης ἐπιστάσης αἱμορραγέει καὶ ἐπιρριγέει, ἆρα
10. κοιλίη λειεντεριώδης καὶ ἐπίσκληρος ἢ ἀσκαρίδες ἢ
11. ἀμφότερον;

13. Τῷ αἱμορραγέει ἐμφαίνεται πολλάκις οὐχ ἅπαξ
14. αἷμα ῥυῆναι ἐκ τῆς ῥινὸς ἀξιοῦν ἀκούειν. ἑωρακέναι δέ
15. μοι δοκεῖ τινα, ὃς ἐπισχεθείσης τῆς γαστρὸς αἱμοῤῥαγέειν,
16. εἶτ’ ἐπεῤῥιγοῦν καὶ μετὰ ταῦτα ἐγένετο λειεντεριώδης. τὸ
17. δὲ καὶ ἐπίσκληρον ἅμα τῇ λειεντερίᾳ γενέσθαι τὴν γαστέρα
1. μάχην ἐμφαίνει. ὅτι δὲ τινὲς μὲν ἐπ’ αὐτοῦ τοῦ σώματος
2. τῆς γαστρὸς αὐτὸ ἐπήκουσαν τὸ ἐπίσκληρον, οὐκ ἐπὶ τῶν
3. διαχωρημάτων, ἔνιοι δ’ οὐδὲν τοῦτο κωλύειν φασὶ, τινὰς
4. μὲν τῶν οὕτως αἱμοῤῥαγούντων ἔτι μᾶλλον ἢ πρόσθεν ἐπισκληρυνθῆναι
5. τὴν γαστέρα, τινὰς δὲ λειεντεριώδεις γενέσθαι,
6. καθάπερ γε καὶ σχεῖν ἀσκαρίδας. ἔνιοι δὲ δύνασθαί φασι
7. λειεντερίαν ἐπίσκληρον γενέσθαι τῶν διερχομένων, οὐ μόνον
8. ἀτρέπτων ἢ ἀμεταβλήτων κατὰ ποιότητα μεινάντων, ἀλλὰ
9. καὶ σκληρῶν οἷα κατεπόθη μενόντων ἄνευ τοῦ διαβραχῆναι.
10. Διοσκουρίδης δὲ τὴν προκειμένην ῥῆσιν ταύτην διχῆ ἑλὼν,
11. ἰδίᾳ μὲν ἔγραψε τὸ οἷσι κοιλίης ἐπίτασις αἱμοῤῥαγέει καὶ
12. ἐπιῤῥιγώσασι, ἆρά γε καὶ πρὸς τὸ αἱμοῤῥαγέει τοιοῦτον.
13. μετὰ ταῦτα δὲ ἀφ’ ἑτέρας ἀρχῆς κοιλίη λειεντεριώδης η
14. ἐπίσκληρος, ἀσκαρίδες ἢ ἀμφότερον. γράφει δὲ οὐκ ἐπίσκληρος,
15. ἀλλ’ ἐπίσκληρον διὰ τοῦ ν καὶ κατ’ αὐτοῦ τὸ λ
16. ἄνωθεν ἐπιθεὶς, ἑκατέρωθεν ἐπιστίζει βούλεται σημαίνειν
17. τὴν ἐπίσκληρον ταύτην φωνὴν, τὸ κατεσκληρυκὸς σῶμα.

Cliquer un n° de page pour en afficher l’image