2. Οἷσιν ἐξ ὀσφύος ἀναδρομὴ ἐς κεφαλὴν καὶ χεῖρας, ναρκώδεες,
3. καρδιαλγικοὶ, ἰχωρώδεες, αἱμοῤῥαγέουσι λάβρως καὶ
4. κοιλίη δὲ καταῤῥήγνυται, τούτοισι ταραχώδεσιν.
6. Ἐπὶ πολὺ πρόσεχε πάλιν ἐνταῦθα τὰς συνδρομὰς αὐτῷ
7. γράφοντι, καθὼς ἐθεάσατό τινας αἱμοῤῥαγήσαντας καὶ εἰ
8. μέμνησαι τῶν ὑπ’ ἐμοῦ διδαχθέντων, αὐτὸς κρίνειν δύνασαι
9. τίνα περιττῶς γέγραπται γενόμενα τοῖς αἱμοῤῥαγήσασι
10. τὰ σημεῖα. τὰ μὲν οὖν ἄλλα τῆς ῥήσεως ὡσαὕτως οἱ πλεῖστοι
11. γράφουσι. τὸ δὲ ἰχωρώδεες ἔνιοι χολώδεες ἔγραψαν,
12. πρόδηλον δέ ἐστιν εἰ μέμνησαι τῶν ἔμπροσθεν, ὅπως ἑκάτερα
13. δύναται συναγορεύεσθαι.