16. Οἷς ἐφ’ αἱμοῤῥαγίῃ λαύρως πυκνῇ μελάνων, συχνῶν διαχώρησις,
17. ἐπίστασις, διαιμοῤῥαγοῦσιν οὗτοι κοιλίης ὀδυνώδεες,
1. ἅμα δέ τινι ῥύσει εὔφοροι. ἆρα οὗτοι ψυχροῖς
2. ἐφιδρῶσι πολλοῖς; τὸ ἀνατεταραγμένον ἐν τούτοισιν οὖρον
3. οὐ πονηρὸν, οὐδὲ τὸ ὑφιστάμενον γονοειδές. ἐπίσυχνον
4. δὲ οὗτοι ὑδατώδεα οὐρέουσι.
6. Καὶ ταῦτα πάντα δῆλός ἐστι τεθεαμένος, τὸ
7. καθόλου συλλαβεῖν ἐπ’ αὐτοῖς, διὰ τὸ μὴ γινώσκειν ἑκάστου
8. τῶν εἰρημένων τὴν δύναμιν, ἣν ἔμαθες, εἰ μέμνησαι τῶν
9. ἔν γε τούτοις τοῖς ὑπομνήμασιν εἰρημένων καὶ τῶν εἰς τὸ
10. προγνωστικὸν, ἔτι τε ἐν τοῖς περὶ κρίσεων, ἀλλὰ
11. καὶ τὴν ἐν αὐτοῖς ἄσκησίν τε καὶ γυμνασίαν ἐκ τῶν ἐπιδημιῶν
12. ἔμαθες. οὐ χρὴ δ’ ἅπαξ ἢ δὶς ἀναγνόντα τῶν τοιούτων
13. οὐδὲν ἐᾷν σε τοῦ λοιποῦ θαῤῥήσαντα τῇ μνήμῃ. μόλις
14. γὰρ ἄν τις ἑτοίμην τε καὶ πρόχειρον αὐτὴν σχοίη, συνεχῶς
15. μεταχειριζόμενος ἕκαστα τῶν ὑπομνημάτων.