2. Οἷς ἂν ἀπὸ ῥινῶν ἐπικώφωσις καὶ νωθρείη μικρὰ ἡ ἀπόσταξις,
3. ἔχει τι δύσκολον αἵματος, ἔμετος τούτοις συμφέρει
4. καὶ κοιλίης ταραχή.
6. Οὐκ οἶδα ὅπως ἐκ μικροῦ κακοῦ τῆς ἐκ τῶν ῥινῶν
7. ἀποστάξεως φρονεῖ. τὸ γὰρ ἔχει τι δύσκολον ἐπὶ τῶν μικρῶν
8. εἰώθασι λέγειν οἱ ἄνθρωποι. τὸ δὲ ἔστιν οὐ σμικρὸν
9. κακὸν, εἰ καὶ χωρὶς κωφώσεως καὶ νωθρότητος γένοιτο·
10. σὺν τούτοις δηλωτικοῖς οὖσι τοῦ πεπονθέναι τὸν ἐγκέφαλον,
11. ὀλέθριον ἔσται σημεῖον ἡ ἀπὸ ῥινῶν στάξις. εἰ δ’ ἔμετος
12. ἢ κοιλίας ταραχὴ συμφέροι τούτοις, δυνατὸν οὐκ ἔστιν
13. ἁπλῶς ἀποφήνασθαι χωρὶς διορισμοῦ. διορισμὸς δέ ἐστιν
14. ἐνίοισιν ἐν ἀρχῇ τοῦ νοσήματος εἰ τὴν δύναμιν ἰσχυρὰν ἢ
15. αἵματος ἔχον πλῆθος ἢ φλέγματος ἢ χολῆς ὁποτερασοῦν.
16. εἰ γὰρ ἰσχυρῶς κενοῖ πλῆθος αἵματος ἔχοντες, εὔδηλον ὅτι
17. φλεβοτομίας οὐκ ἐμέτων ἢ γαστρὸς ταραχώδους δέονται.
1. καὶ τοῦτ’ αὐτὸ κατὰ τοὺς ἐμέτους καὶ τὴν τῆς γαστρὸς
2. ταραχὴν, δῆλόν ἐστιν, ὅπερ εἴρηται πρότερον, τὸν ἰατρὸν
3. ἀξιοῦντα αὐτὸν κινεῖν ἔμετον καὶ τὴν γαστέρα ταράττειν,
4. μὴ περὶ τῶν ὑπὸ τῆς φύσεως γινομένων ἀποφαινόμενον.