7. Οἶσιν ἐκ ῥίγεος πυρετοὶ κοπώδεες, γυναικεῖα κατατρέχει,
8. τράχηλος δ’ ἐν τούτοις ὀδυνώδης αἱμοῤῥαγικόν.
10. Καὶ χωρὶς τοῦ ῥιγῶσαι μετὰ τοῦ πυρετοῦ ταῖς ὑγιαινούσαις
11. γυναιξὶν ἡ ἔμμηνος κάθαρσις, εἴτε μετά τινος αἰσθήσεως
12. κοπώδους. ὅταν οὖν καὶ ῥίγη γένηται, μείζονα
13. τὴν κίνησιν ἐργαζόμενα ὅλου τοῦ σώματος καὶ τοῦ κατ’ αὐτοῦ
14. πλεονάζοντος αἵματος ἐπεγείρει τὴν φύσιν εἰς ἀπόκρισιν
15. τοῦ περιττοῦ, μᾶλλόν γ’ ἐλπὶς γενέσθαι τὴν κένωσιν τῶν
16. γυναικείων, ὅπερ ἐστὶ τῶν καταμηνίων, ἐὰν καὶ ἡ προθεσμία
17. τῆς κατὰ περίοδον καθάρσεως ἐμπέφυκεν. ἐὰν μέντοι
1. τράχηλος ὀδυνώδης ἐπὶ τοῖς προειρημένοις γένηται τῆς ἄνω
2. ῥοπῆς αὐτὸ τίθεται γνώρισμα.