9. Καὶ οἱ κατὰ κοιλίην παλμοὶ ὑποχονδρίου ἐντάσει ὑπομάκρῳ
10. ὀγκώδεις, αἱμοῤῥαγικοὶ, φρικώδεες οὗτοι.
12. Ἄδηλόν ἐστιν ἐπὶ τίνος συμπτώματος εἴρηται τὸ τῶν
13. παλμῶν ὄνομα. πρὸς γὰρ τὸ μηδὲ διακεκρίσθαι σαφῶς
14. τὰς προσηγορίας τῶν παλαιῶν, ὡς δηλοῖ καὶ τὸ περὶ παλμοῦ
15. βιβλίον, ἐν ᾧ περὶ τῶν κατὰ τὰς ἀρτηρίας σφυγμῶν
16. διαλέγεται, οὕτως καὶ ὁ γράψας τοῦτο τὸ βιβλίον εὐχερής
17. ἐστιν εἰς θέσιν ὀνομάτων ἐκ καταχρήσεως ἢ μεταφορᾶς.
1. ἴσμεν δ’ ὅτι κατὰ τὸ προγνωστικὸν εἰπὼν Ἱπποκράτης· εἰ
2. δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, ἐπήνεγκε θόρυβον
3. σημαίνει ἢ παραφροσύνην. ἥκουσαν δὲ κἀκεῖ τινὲς μὲν
4. ἀντὶ τοῦ σφυγμοῦ παλμὸν εἰρῆσθαι, τινὲς δὲ κυρίως ἐπὶ
5. τῆς σφοδρᾶς κινήσεως τῆς κατὰ ῥάχιν ἀρτηρίας. ἐπεὶ δὲ
6. καὶ οἱ παλμὸν ἔγραψαν, οὐ μὴν αἱμοῤῥαγικὸν εἶναι σημεῖον,
7. ἀπεφήνατο κατὰ τὸ προγνωστικὸν ὁ Ἱπποκράτης τὸν σφυγμὸν
8. τοῦτον ὑπάρχειν. ἀλλ’ ἐφεξῆς περὶ τῶν καθ’ ὑποχόνδριον
9. φλεγμονῶν γράψας προσέθηκε τῷ λόγῳ, γίνεται δὲ
10. τούτοισι καὶ αἵματος ῥῆξις διὰ ῥινῶν καὶ κάρτα ὠφελέει.
11. καὶ ἵνα γε μᾶλλον ἐλπίσῃ ἔσεσθαι τὴν ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίαν,
12. ἐπανερέσθαι φησὶν, εἰ κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυώττουσιν.
13. εἰ γὰρ εἴη τούτων τι ἐνταῦθα ἂν ῥέποι. καλῶς
14. δ’ εἰπόντος Ἱπποκράτους, ἐπὶ τῶν καθ’ ὑποχόνδριον
15. φλεγμονῶν, γίνεται δὲ τούτοισι καὶ αἵματος ῥῆξις διὰ ῥινῶν,
16. οὕτω κἀνταῦθα τὸν λόγον ἐκ τοῦ καθόλου μετήγαγεν
17. ἐπὶ τὸ κατὰ μέρος εἰπὼν, ὑποχονδρίου ἐντάσει ὑπομάκρῳ.
1. ἡ δὲ ὑπόμακρος ἔντασις αὕτη τῶν μυῶν ἂν εἴη τῶν μέσων,
2. οἵτινες ἀπὸ τοῦ θώρακος ἐπὶ τὰ τῆς ἥβης ὀστᾶ καταφέρονται.
3. γίνεται δὲ καὶ σπληνὸς ὑπόμακρος φλεγμονὴ, ἀλλ’
4. οὐκ ἄν τις φαίη μετὰ παλμοῦ γινομένου ταύτας τὰς φλεγμονὰς
5. αἱμοῤῥαγικὰς εἶναι, τὴν δ’ ἥπατος φλεγμονὴν τῶν
6. ἄλλων μυῶν τῶν καθ’ ὑποχόνδριον, ἓξ γάρ εἰσιν ὑπόλοιποι
7. τῶν εἰρημένων δύο μυῶν, εἶναι καὶ αὐτὰς τὰς αἱμοῤῥαγίας.
8. ὅπερ οὖν ἐν πολλαῖς ῥήσεσιν ἐμεμψάμεθα τοῦ βιβλίον τοῦτο
9. γράψαντος, οὐκ ἂν ὀκνήσαιμι καὶ τὰ νῦν μέμψασθαι, περὶ
10. ὧν κατὰ μέρος ἀπόφασιν πολλὴν ποιησαμένου, σύντομον δὲ
11. καὶ ἀληθῆ διδασκαλίαν διὰ τῶν καθόλου παραλιπόντος.
12. καὶ γὰρ καὶ κατὰ τὸ τέλος τῆς ῥήσεως οὗτοι
13. προσέθηκαν φρικώδεες, ὡς καθόλου καὶ τοῦτο συμβαῖνον
14. αὐτοῖς, καίτοι γ’ οὐκ ἂν καθόλου. γίνεται μὲν γὰρ ἐπὶ
15. ταῖς τοιαύταις συνδρομαῖς ἐνίοτε καὶ τουτὶ τὸ σύμπτωμα,
16. διὰ παντὸς δ’ ἢ πλειστάκις οὐ γίνεται. χρὴ δὲ ταῦτα
17. γράφειν ἐν τῇ προῤῥητικῇ διδασκαλίᾳ, ὅσα διὰ παντὸς ἢ
18. πλειστάκις γίνεται. οἷον ἢν ἐπὶ τοῦ προκειμένου, καθάπερ
1. ἐπὶ παραδείγματος ὁ λόγος γένηται σαφὴς, εἴ τις
2. φαίη τῶν κατ’ ἐπιγάστριον μυῶν, ἓξ τὸν ἀριθμὸν ὄντων,
3. τοὺς μέσους, τοὺς ὀρθίους αἱμοῤῥαγικωτέρους τῶν ἄλλων
4. εἶναι, πλέον τι διδάξει τοῦ αἱμοῤῥαγίας ἐπιγίνεσθαι λέγοντος.
5. εἰ δὲ ἁπλῶς μόνους τούτους εἴπῃ φλεγμαίνοντας,
6. εἴπερ καὶ ἄλλο τι τῶν αἱμοῤῥαγικῶν αὐτοῖς ἐπιγένηται σημείων,
7. ἐπιφέρει αἱμοῤῥαγίαν.