10. Ἐκ ῥινῶν λαῦρα, βίαια, πολλὰ ῥυέντα, ἕτοιμον εἰς σπασμοὺς
11. προσάγεται, φλεβοτομία λύει,
13. Εἰ ἁπλῶς εἰρήκει σπασμὸν προσάγεσθαι ταῖς τοιαύταις
14. αἱμοῤῥαγίαις, ἐμεμψάμεθα ἂν αὐτὸν, ὥσπερ ἐν ἄλλοις
15. πολλοῖς οὕτω κἀνταῦθα τὸ κατὰ μέρος ἀποφηνάμενον ὡς
16. καθόλου. ἐπεὶ δὲ προσέθηκεν, ἔστιν οἷον ἐπαινοῦμεν ἀληθεύεται.
17. καὶ γὰρ ἡμεῖς ὡς εἴδομεν πολλάκις ἐπὶ τοιαύταις
1. αἱμοῤῥαγίαις σπασθέντας τινὰς, οὐ μόνον διὰ τὴν ὑπερκένωσιν,
2. ἀλλὰ καὶ διὰ τὴν ψύξιν, ἣν ψύχουσιν οἱ ἰατροὶ τὴν
3. κεφαλὴν, ἐπισχεῖν βουλόμενοι τὴν αἱμοῤῥαγίαν. τὸ δὲ ἐπὶ
4. τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον, φλεβοτομία λύει, τοιόνδε
5. τι φαίνεται δηλοῦν. τὰς τοιαύτας διαθέσεις, ἐφ’ αἷς σφοδρῶς
6. αἱμοῤῥαγοῦσι, φλεβοτομία λύει πρὸ τῆς αἱμοῤῥαγίας
7. παραληφθεῖσα. δῆλον ὅτι βαρυνομένη τῷ πλήθει τοῦ αἵματος
8. ἡ φύσις ὥρμησε μὲν ἐπὶ τὴν ἀπόκρισιν αὐτοῦ, κρατῆσαι
9. δὲ τοῦ συμμέτρου μὴ δυνηθεῖσα τὴν καλουμένην
10. ὑπὸ τῶν νεωτέρων ἰατρῶν ὑπέρκρισιν εἰργάσατο. δύναται
11. δὲ καὶ αὐτῆς τῆς σφοδρᾶς αἱμοῤῥαγίας βοήθημα τὴν φλεβοτομίαν
12. εἰρηκέναι. καὶ γὰρ καὶ ἡμεῖς πολλάκις ἐπειράθημεν
13. τοῦ βοηθήματος, ἐναργῶς ἱστάντος τὴν ἄμετρον φορὰν
14. τοῦ αἵματος. εὔδηλον δ’ ὅτι τὴν κατ’ εὐθὺ χεῖρα
15. τέμνειν χρὴ τοῦ μυκτῆρος, ἐξ οὖ ῥεῖ τὸ αἷμα λάβρως καὶ
16. ταύτης αὐτῆς τῆς χειρὸς τὴν ὠμιαίαν φλέβα διαιρεῖν, εἰ
17. δ’ ἐξ ἀμφοτέρων, οὐδὲν κωλύει διαιρεῖν ἀμφοτέρας. οὐ γὰρ
1. ὑπὲρ τοῦ κενῶσαι δι’ αὐτῶν, ἀλλ’ ἀντισπάσεως ἕνεκα τὴν
2. τομὴν ποιούμεθα.