13. Ἑνδεκαταίοισι στάξιες δύσκολοι, ἄλλως τε καὶ ἢν ἐπίσταξις.
15. Τὸ μὲν ἐπίσταξις περιττόν· εἰ γὰρ καὶ τοῖς δ΄ καὶ ε΄,
16. ὁμοίως ἄτοπον. ἁπασῶν δ’ οὐσῶν τῶν ἀπὸ ῥινὸς στάξεων
17. χαλεπῶν, ὅταν παχεῖαι καὶ μέλαιναι ἀποστάξεις, ταύτας
1. ὀλεθριωτάτας εὑρήσεις. εἰ δὲ κατά τινας τῶν ἐπιδημιῶν
2. ἢ κρισίμων ἡμερῶν συμβαίνει τὸ τοιοῦτον, βεβαιώτερον
3. ἔξεστι προδηλῶσαι. ἐπίδηλος δὲ καὶ ἡ ια΄ τῆς ιδ΄, ὥστε
4. τοῦ λελεγμένου καθόλου θεωρήματος ὑπ’ ἐμοῦ, νῦν ὁ γράψας
5. τὸ βιβλίον ἕν τι τῶν κατὰ μέρος εἶπεν, ἑνδεκάτης
6. μνημονεύσας ἐν αὐτοῖς ἡμέρας. ἐν δὲ τῷ καθόλου περὶ τῶν
7. ἐπιδήλων τε καὶ κρισίμων εἰρηκέναι τοῦτο.