5. Οἶσι κεφαλαλγίαι καὶ τραχήλου πόνοι καὶ ὅλου δέ τις ἀκράτεια
6. τοῦ σώματος τρομώδης αἱμοῤῥαγικὰ λύουσιν. ἀτὰρ
7. καὶ χρόνῳ οὕτω λύονται.
9. Πολλὰς ἐν τούτῳ τῷ λόγῳ παντὶ συνδρομὰς ἐφεξῆς
10. ἀλλήλων ἔγραψε καὶ μὴ δυνάμενος ἐν ὀλίγῳ περιγράψαι τὴν
11. καθόλου μέθοδον ἐπὶ τῶν αἱμοῤῥαγησάντων. ἐπισκέπτεσθαι
12. δὲ χρὴ δύο ταῦτα πρῶτα, πυρετὸν θερινὸν ἱκανῶς, ὥσπερ
13. οἱ καῦσοι καὶ τὰ περὶ τῆς κεφαλῆς καὶ τοῦ τραχήλου συμπτώματα
14. καὶ μάλιστα αὐτῶν τὰ πληθωρικά. συναριθμῶν
15. δὲ δηλονότι τῇ κεφαλῇ καὶ τὸ κατὰ τὸ πρόσωπον, εἶθ’ ἑξῆς
16. αἵματος πλῆθός ἐστιν ἐν ὅλῳ τῷ σώματι σημεῖα. καὶ τούτων
17. οὐδὲν ἦττον ἐφ’ ὥρᾳ θέρους ἢ ἐαρινῇ χώρᾳ τε τῶν
1. εὐκράτων ἢ τῶν θερμοτέρων, καθ’ ὑποχόνδρια φλεγμονή τις.
2. ἐφεξῆς δὲ τούτων τὰ περὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον
3. αἱμοῤῥαγικὰ σημεῖα καὶ εἴ τι κατὰ θώρακα καὶ ὑποχόνδρια
4. τῆς ἄνω ῥοπῆς γνώρισμα. ταῦτα γὰρ ἅπαντα διὰ τῶν περὶ
5. κρίσεων ὑπομνημάτων ἐξηγησάμην καὶ μέντοι καὶ τῶν
6. εἰς τὸ προγνωστικὸν καὶ τὸ πρῶτον ἐπιδημιῶν, ἐν οἷς καὶ
7. διώρισται τά τε μελλούσης ὅσον οὔπω γενήσεσθαι τῆς αἱμοῤῥαγίας
8. σημεῖα καὶ τὰ μὴ τοιαῦτα.