11. Οὖρα τοῖσι παρ’ ὦτα ταχὺ καὶ ἐπ’ ὀλίγον πεπαινόμενα
12. φλαῦρα. καὶ τὸ καταψύχεσθαι ὧδε πονηρόν.
14. Καὶ τὸ κατὰ ταύτην τὴν ῥῆσιν εἰρημένον ἐπὶ μέρους
15. ἐστὶν ὑποπεπτωκὸς καθολικῷ λόγῳ, τὰ οὖρα κατὰ πᾶν νόσημα,
16. ταχὺ καὶ ἐπ’ ὀλίγον πεπανθέντα, μετὰ ταῦτα δὲ
17. παυσάμενα φλαῦρόν τι σημαίνει. πρόδηλον δ’ ὅτι καὶ
18. τὸ καταψύχεσθαι πονηρὸν οὐκ ἐν τούτοις μόνον, ἀλλὰ καὶ
1. πᾶσιν. οὐδὲ γὰρ ἐπὶ τῶν κοινῶν πρόσεστιν ἐξαίρετόν τι,
2. καθάπερ ἐπὶ τῶν καύσων. οὗτοι γὰρ ὅτι διακαεῖς ὄντες
3. οὐκ ἐκθερμαίνουσι τὰ ἄκρα, κακοήθεις εἰσὶ, τῶν ἐπιεικῶν
4. ὅλον τὸ σῶμα διακαιόντων ὁμαλῶς.