16. Τὰ ἐπεσχημένα μετὰ ῥίγεος οὖρα πονηρὰ, ἄλλως τε καὶ
17. προκαρωθέντα παρ’ οὖς. ἆρα ἐπὶ τούτοισιν ἐλπίς;
1. Ἐν μὲν ταῖς πρὸ τούτου ῥήσεσι γράφειν ἐβούλετο αἱμοῤῥαγιῶν
2. μελλουσῶν συνδρομὰς, οὐ δυνάμενος, ὡς ἔφην,
3. ἐν ὀλίγῳ περιλαβεῖν αὐτῶν τὰ ἴδια. πάλιν ἤδη δεύτερον
4. ἔγραψε ῥῆσιν ταύτην, εἰς πρόῤῥησιν ἐσομένων παρωτίδων.
5. ἔχει δ’ οὐδὲν οὐδ’ αὐτὴ τῶν ἰδίων, μετὰ τοῦ καί τινα τῶν
6. ὀλεθρίων μεμίχθαι συμπτωμάτων, ἐφ’ οἷς σπανίως γίνονται
7. παρωτίδες. ὅτι δ’ οὐδ’ αὐτὸς ἐτόλμησεν ἀποφήνασθαι περὶ
8. τῆς τῶν παρωτίδων γενέσεως, ἀλλὰ τὸ περίδηλον, διὰ τοῦ
9. προσθεῖναι τὸν ἆρα σύνδεσμον.