12. Ἐκστροφώδους ὑπόστασις ἰλυώδης, ὑποπέλιος, κακή. ἆρά
13. γε ἐκ τῶν ὑποχονδρίων ὀδυνᾶται, δοκέω δέ δεξιόν; ἐκλύεται
14. ἆρα τὰ παρ’ ὦτα τοιούτοισιν, ὀδυνώδεα ἐπ’ ὀλίγῳ;
15. κοιλίη καταῤῥαγεῖσα τούτοισιν ἐν ἅπασιν ὀλέθριον.
1. Ἐν ἅπασι τοῖς ἄλλοις ἀντιγράφοις εὗρον ἐκστροφωδέων
2. ἐν ἀρχῇ τῆς ῥήσεως γεγραμμένον, ὅτι μὴ τοῖς Διοσκορίδου
3. καὶ Καπίτωνος. οὗτοι γὰρ ἔγραψαν ἐκστροφωδέων,
4. ὧν ὁ λόγος ἐπ’ οὔρων λέλεκται καὶ διὰ τούτων τὰς ὑποστάσεις
5. Ἱπποκράτει τε καὶ τοῖς ὑπ’ αὐτῶν σκοπεῖσθαι, μὴ
6. τῶν διαχωρημάτων. αὐτὸς μὲν οὖν ὁ Διοσκορίδης τὰ στροφώδεα
7. οὖρα λέγεσθαί φησι τὰ ἔχοντά τινα ἐν αὐτοῖς ἐμφερόμενα
8. πεπηγότα παρὰ τὸ διαστρέφεσθαι, ὅ ἐστι πήγνυσθαι
9. γεγονότος τοῦ ὀνόματος. ἴσμεν γὰρ ὅτι καὶ ὁ ποιητὴς
10. εἷπε τόδε, τὸ καὶ περιστρέφεται κυκλωδῶς, δηλοῦν τὸ
11. περιπήγνυται. οἱ δ’ ἄλλοι σχεδὸν ἄπαντες ἐξηγηταὶ τὰς
12. ἐν τοῖς διαχωρήμασιν ἰλυώδεις καὶ ὑποπελίους ὑποστάσεις
13. εἰρῆσθαί φασι νῦν, ὅταν ὑγραίνηται γαστὴρ καὶ τὰ στροφώδη
14. συμφωνεῖν ἡγοῦνται. τοὐπίπαν γὰρ αἱ τοιαῦται διαχωρήσεις
15. μετὰ στρόφων γίνονται. ἐφίστασθαι δή φησι τοῖς οὕτω
16. διαχωρουμένοις ὑγροῖς οὖσιν, ὑποστάσεις ἰλυώδεις ὑποπελίους,
17. ὅταν μοχθηρὰ διάθεσις ᾖ, καθ’ ἣν ἐκκρίνεται τὰ τοιαῦτα,
18. καὶ τοὐπίπαν γε τοῖς τὰ τοιαῦτα διαχωροῦσι τὸ
1. ἧπαρ πεπονθέναι φησὶ καὶ διὰ τοῦτο καὶ αὐτὸν τὸν γραφέα
2. προστεθεικέναι τῇ ῥήσει· ἆρα ἐκ τῶν ὑποχονδρίων
3. ὀδυνᾶται, δοκέω δεξιόν; ἀεὶ μὲν γὰρ ἡπατικὰ τοιαῦτα διαχωρήματα,
4. οὐ μὴν μετὰ φλεγμονῆς ἀεὶ τοῦ σπλάγχνου,
5. διότι τῷ λόγῳ προσέθηκε τὸν ἆρα σύνδεσμον, ὡς οὐ δυνάμενον
6. διατείνεσθαι, ὅταν τὸ δεξιὸν ὑποχόνδριον ἀεὶ ὀδυνᾶται
7. τοῖς οὕτω πάσχουσιν. ἀλλὰ καὶ τὸ τούτοις ἐφεξῆς εἰρημένον
8. τὸ ἐκλύεσθαι, πρόδηλον ἡπατικόν ἐστι σύμπτωμα,
9. καθότι δέδεικται διὰ τοῦ δευτέρου τῶν ἐπιδημιῶν. μετὰ
10. ταῦτα προσέγραψε περὶ τῶν παρ’ ὤτων. φαίνεται δὲ ταύταις
11. ἁπάσαις ταῖς ῥήσεσιν ἐπὶ συνδρομαῖς τισι προγνώσεις
12. αὐτῶν γράφειν καὶ τοῦτ’ εἶναι μάλιστα καὶ κατὰ τὸ προκείμενον
13. αὐτῷ καὶ κατὰ τὴν ἐνεστῶσαν ῥῆσιν, ἀλλ’ οὐκ ἐτόλμησεν
14. ἀποφήνασθαι περὶ αὐτῶν, καίτοι γε εἰωθὼς ἐπὶ τῶν
15. κατὰ μέρος ὡς πολλάκις καθόλου ἀποφάσεις γράφειν. ἀλλὰ
16. νῦν γέ φησι καὶ τὰ παρ’ ὦτα τούτοισιν ὀδυνώδεα ἐπ’ ὀλίγον,
17. ἐμφαίνων πάλιν ὡς ἑωρακὼς ᾖ τινα τοιοῦτον ἄῤῥωστον
18. ἐφ’ οὗ ὑπὸ τῆς φύσεως ὁρμή τις ἐγένετο πρὸς γένεσιν παρωτίδων,
1. οὐ μὴν ἐξίσχυσέ γε ἀποθέσθαι ταύτῃ τὰ λυποῦντα
2. καὶ συνέβη τὸν νοσοῦντα κοιλίης καταῤῥαγείσης ὀλέθριον
3. ἔχειν, ὡς ἂν μὴ κρίσεως λόγῳ τῆς φύσεως ἐκκρινούσης κάτω
4. τοὺς λυποῦντας χυμοὺς, ἀλλὰ δι’ ἀῤῥωστίαν τῆς ἐν ἥπατι
5. δυνάμεως.