8. Ἔν τισιν ἀσώδεσιν ἀγρυπνίῃσι τὰ παρ’ οὖς μάλιστα.
10. Προσέθηκεν ἐνταῦθα διὰ τὸ πολλάκις ἑωρακέναι ταῦτα
11. καὶ οὐχ ἅπαξ, ὥστε κατὰ τὴν πρὸ ταύτης ῥῆσιν, ἀληθές
12. ἐστιν ἀσώδεις εἶναι οἷς ἀνίστανται παρωτίδες, ἀλλ’ οὐχ
13. ἱκανὸν τοῦτο. καὶ γὰρ ὅτι παραφροσύνην ἀναγγέλλει τὰ
14. τοιαῦτα συμπτώματα διὰ τῶν ἔμπροσθεν ἐδήλωσεν. ἐὰν
15. οὖν ἅπερ ὁ Ἱπποκράτης ἡμᾶς ἐδίδαξε προδιασκεψάμενος
16. ἐλπίσῃς ἔσεσθαι παρωτίδας, εἶτ’ ἀσώδη καὶ ἄγρυπνον ἴδῃς
17. τὸν κάμνοντα, γενήσεσθαι τὰς παρωτίδας. δι’ ὧν δὲ σημείων
18. ἐλπίσεις ἔσεσθαι τὰς παρωτίδας, ἔστι ταῦτα. πρῶτον
1. μέντοι τὸ κοινὸν ἁπασῶν ἀποστάσεων, ὅτι χρονίζοντι περιέστηκε
2. τῷ κάμνοντι, εἶθ’ ἑξῆς εἰ ἀργὴ καὶ κατάῤῥοπος ἡ
3. νόσος ἢ θερμὴ καὶ ἀνάῤῥοπος ἢ τὰ περὶ τράχηλον καὶ κεφαλὴν
4. βάρη καὶ τὰς ὀδύνας καὶ τὸ ἔρευθος τοῦ προσώπου.
5. διὰ τοῦτο γάρ τοι προελπίσαντι παρωτίδας ἔσεσθαι βεβαιοτέρα
6. πρόγνωσις ἔσται τῶν κατὰ τήνδε τὴν ῥῆσιν εἰρημένων
7. ἐπιφανέντων. ἐκείνου μὲν πρὸ πάντων μέμνησο τοῦ
8. λόγου. μετὰ ταῦτα τοίνυν πάντα τὰ σημεῖα καθ’ ἕκαστον
9. ἂν εἶπον πρὸς Ἱπποκράτους αὐτὰ γεγραμμένα δυοῖν ἤδη
10. βιβλίοιν. ἐπιτάσσειν δ’ αὐτοῖς ὅσα διὰ σφυγμῶν εἰς ἑκάστου
11. πρόγνωσιν συντελεῖ, παραλέλειπται μὲν πρὸς Ἱπποκράτους,
12. ἔχεις δὲ καὶ ταῦτα γεγραμμένα πρὸς ἡμῶν ἐν τῇ
13. περὶ σφυγμῶν πραγματείᾳ.