16. Ἐπὶ εἰλεοῖσι δυσώδεσι πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ μετεώρῳ
17. χρονιωτέρῳ, τὰ παρ’ οὖς ἐπαρθέντα κτείνει.
1. Ἐν ταύτῃ τῇ ῥήσει γέγονε μέν τις ἀσάφεια καὶ δι’
2. αὐτὸν τὸν γράψαντα· γέγονε δὲ διά τινας ἐξηγητὰς ἡγουμένους
3. ἄδηλον εἶναι πότερον καθ’ ἕκαστον τῶν εἰρημένων
4. συμπτωμάτων ὁ ἀνὴρ ἐλπίζειν ἡμᾶς ἀξιοῖ γενέσθαι παρωτίδας
5. ἢ πάντα συνελθόντα. ἐν ἀρχῇ μὲν τούτου συγγράμματος,
6. ἔτ’ ἀγνοουμένης τῆς γνώμης αὐτοῦ, προσηκόντως
7. ἄδηλα τὰ τοιαῦτα ἄν τις εἶναι νομίσῃ, ἐν ὅλῳ δὲ τῷ βιβλίῳ,
8. πεῖραν ἱκανὴν ἐσχηκότων ἡμῶν τῆς προαιρέσεως αὐτοῦ
9. καὶ γινωσκόντων ὅτι κατὰ συνδρομὴν ὧν εἶδε τὰς προγνώσεις
10. γράφει, δῆλός ἐστι καὶ νῦν ἐπὶ πᾶσιν οἶς ἔγραψεν
11. ἅμα γενομένοις ἀξιῶν ἡμᾶς ἐλπίζειν τὰς παρωτίδας ἔσεσθαι.
12. ἀλλ’ ὅτι θανατώδεις εἰσὶν, εἰ γένοιντο, πρόδηλον ὡς
13. καὶ νῦν ἑωρακὼς τῶν οὕτω νοσούντων, ὡς παρωτίδων γενομένων
14. ἠκολούθησε θάνατος, ὃς διὰ τὰς παρωτίδας οὐκ ἐγενήθη
15. ἵστασθαι, ὅτι δ’ ἰδεῖν ἐστι τοιαῦτα, δῆλον ἐξ ὧν
16. ἔγραψεν ὅτι περ ὀξὺς πυρετὸς ἦν οὐκ ἀκίνδυνος, ὅτι δ’,
17. ὡς ὀλέθριον πάθος. ἐπεὶ δ’ οὐδὲν ὡς πλέον ἔγραψεν, ἀλλὰ
18. δυσώδη τοῦτον εἶναι βούλεται, πολὺ δὴ μᾶλλον. ὅπως γὰρ
1. ἂν ἀκούσῃς δυσώδη τὸν εἰλεὸν, ὀλεθριώτερός ἐστι τοῦ μὴ
2. δυσώδους. ἀκοῦσαι δ’ ἐγχωρεῖ δυσώδεα, πρῶτον μὲν καθ’
3. ὃν ἐμεῖται κόπρος, ὀλεθριώτατον σημεῖον· εἶτ’ εἰ δυσώδης
4. ἐστὶν ἡ ἐκπνοὴ, καὶ τρίτον εἰ δυσώδης ἡ ἐρυγὴ, καὶ τέταρτον
5. εἰ δυσώδης ἡ φῦσα, καὶ πέμπτον εἰ δυσῶδες τὸ σῶμα·
6. καὶ γὰρ ὁ τοιοῦτος εἰλεὸς ὤφθη ποθ’ ἡμῖν.