2. Τὰ παρ’ ὦτα φλαῦρα τοῖσι παραπληγικοῖς.
4. Τὰς παραπληγίας ἔμαθες εἶναι τοῖς ὑπὸ πάθους ἐνίοις
5. τῶν ἐν τῷ ζώῳ μορίων, ὁποῖον τοῦ παντὸς σώματός ἐστι
6. πάθος ἀποπληξία. δοκεῖ δή μοι τεθεαμένον ἴσως καὶ δύο
7. καὶ τρεῖς παραπληγικοὺς μηδὲν ὠφεληθέντας ὑπὸ παρωτίδων
8. ἀποφήνασθαι φλαῦρον εἶναι σημεῖον αὐτάς. ἐγὼ δ’
9. οὐκ ἂν ἁπλῶς ἀποφηναίμην μοχθηρὸν εἶναι σημεῖον ἐπιγενομένας
10. τοῖς παραπληγικοῖς παρωτίδας, ἀλλ’ ἀρκεῖ τοῦτο
11. μόνον εἰπεῖν, ὡς ἔλαττόν ἐστιν ἡ ἀπόστασις ἥδε τοῦ νοσήματος.
12. ἐμάθομεν δὲ παρ’ Ἱπποκράτους εἰπόντος ἀγαθὰς
13. ἀποστάσεις εἶναι ἀξίως τῆς περιβολῆς τοῦ νοσήματος εἰς
14. τὰ κάτω τοῦ σώματος γινομένης, ὧν οὐδέτερον αἱ παρωτίδες
15. ἔχουσι. καὶ γὰρ σμικρότερον τοῦ πάθους εἰσὶ καὶ οὐ
16. κάτω. τοῦτ’ οὖν εἰ ἀρκεῖ μόνον ὀλέθριον ἀποφήνασθαι.