2. Τὸ σπασμῶδες, τρομῶδες, ἀσῶδες, κατόχως μικρὰ
3. παρ’ οὖς ἐπιπαροξυνόμενα.
5. Οὐκ ἐν πᾶσι τοῖς ἀντιγράφοις ἥδε ἡ ῥῆσις γέγραπται,
6. τὴν αὐτὴν ἔχει λέξιν. ἀλλὰ κατὰ τινὰ μὲν ἐν αὐτῇ τῇ νῦν
7. εἰρημένῃ γέγραπται λέξει, κατὰ τινὰ δὲ ἐν τῇδε· τὰ σπασμοτρομώδεα
8. τρόπον παροξυνόμενα κατόχους τὰ παρ’ οὖς.
9. ἐπαινῶ τοὺς μὴ γράψαντας ἐν τοῖς ἰδίοις ἀντιγράφοις τὴν
10. ῥῆσιν. αὔταρκες γὰρ ἡμῖν ἐπιπλέκοντος αὐτοῦ συμπτώματα
11. πολλὰ πολλοῖς ἀνομοιογενέσιν ἄχρι δεῦρο παραμεῖναι
12. καὶ μὴ κάμνουσιν ἀποστῆναι. τὸ δὲ κατὰ τὴν λέξιν
13. τὴν ἐπιπλοκὴν ποιεῖσθαι τῶν συμπτωμάτων ἀγνώστων
14. τοῖς Ἕλλησιν ἐσχάτως ἀλλόκοτον κατ’ αὐτὸ, μηδὲ πάνυ τι
15. φαινόμενα κατὰ σπασμὸν τρομώδη συμπτώματα. ἐν γὰρ
16. τοῖς σπασμοῖς ἀδύνατόν ἐστι φωραθῆναι τοὺς τρόμους κάμνουσιν,
17. εἰ μή τοι ἆρα τοιαύτην τεθέαται συμπτωμάτων
1. ἀμοιβὴν, ὡς ἡνίκα μὲν οἱ σπασμοὶ διαλίποιεν, τρομώδη γίνεσθαι
2. τὸν ἄνθρωπον, ἡνίκα δ’ ἐπιπέσοι σπασμὸς, ἀδιάγνωστον
3. εἶναι τὸν τρόμον ἡγοῦνται. ἐπιπλοκὴ τῶν συμπτωμάτων
4. ὁμογενὴς μέν ἐστι, περιττὴ δέ. τὸ γὰρ ἐπὶ κατόχῳ
5. γίνεσθαι τὰς παρωτίδας ἱκανὸν ἡμῖν εἰρῆσθαι συνεπαύξοντος
6. τὴν ἐλπίδα τῆς κενώσεως αὐτοῦ τοῦ ἀσώδους. εἰ δὲ
7. βούλει, καὶ τὰ τῶν οὔρων πάθη συνεπαυξέτω τὴν προσδοκίαν.
8. ἀλλὰ τό γε σπασμοτρομῶδες ὄνομα μοχθηρόν.