11. Ἆρά γέ εἰσι τὰ πρῶτα κεφαλαλγικοὶ; ἆρά γε καὶ ἐφιδρῶσι
12. τὰ ἄνω καὶ ἐπιῤῥιγοῦσιν; εἶτα καὶ κοιλίη καταῤῥήγνυται
13. καί τι κωματῶδες; ἆρά γε καὶ ὑδατώδεα οὖρα ἐναιωρεύμενα
14. λευκοῖς καὶ ποικίλως ἔκλευκα δυσώδεά πως, εἶτα
15. παρ’ οὖς; ἆρά γέ εἰσι τὰ αὐτὰ οὖρα στάξιες πυκναί;
16. ἆρά γε καὶ γλῶσσα τούτοις λείη;
1. Ἂν, ὡς ἔφην, ἄρξηται τῆς προγνώσεως, ἀφ’ ὧν Ἱπποκράτης
2. ἔγραψεν ἐν τῷ προγνωστικῷ καὶ ταῖς ἐπιδημίαις,
3. ὑπὲρ πασῶν ἀποστάσεων καθόλου γενήσεται, κἀκ τῶν εἰρημένων
4. αὐτῷ τις εἰς ἀσφαλεστέραν ἀπόφασιν ὠφέλεια. ἐὰν
5. γὰρ ἐλπίσῃς ἀπόστασιν ἔσεσθαι, σκέπτου τὴν ῥοπὴν τῶν
6. χυμῶν εἰς ὅ τι μόριον ποιοῦνται, καὶ οὕτως ἑκάστου τῶν
7. περὶ τὴν κεφαλὴν συμπτωμάτων τὴν δύναμιν ἐκλογισάμενος
8. ἧττόν τε καὶ μᾶλλον ἐλπίσεις ἔσεσθαι τὰς παρωτίδας. ἕνεκα
9. τοίνυν παραδείγματος οὐ χεῖρον ἐπ’ αὐτῶν, ὧν νῦν προεχειρήσατο
10. ποιῆσαι τὸν λόγον. κεφαλαλγία αὖ τῶν σημαινόντων
11. ἐστὶν ἐπὶ τὴν κεφαλὴν γίνεσθαι τὴν ῥοπὴν τῶν χυμῶν.
12. τοῦ δὲ ἐφιδροῦντος μικρὰν δύναμιν εἰς τὴν τοιαύτην
13. πρόγνωσιν ἔχει, μείζονα δ’ αὐτοῦ τὸ ἐπιῤῥιγοῦν.
14. τὸ δὲ καταῤῥήγνυσθαι τὴν κοιλίαν οὐκ οἶδα ὅπως ἄν τις
15. φαίη δηλωτικὸν εἶναι τῆς τῶν παρωτίδων γενέσεως, ἀλλὰ
16. τοὐναντίον ἐπὶ τὰ κάτω τὴν ῥοπὴν ἐργάζεσθαι τοῖς λυποῦσι
17. χυμοῖς. τὸ κωματῶδες ἀξιόλογόν ἐστι σημεῖον εἰς παρωτίδων
18. γένεσιν. ἀλλὰ καὶ τὰ ὑδατώδη τῶν οὔρων, οἷς ἐναιωρεῖται
1. λευκὰ συντελεῖ κατὰ συμβεβηκὸς εἰς τὴν πρόγνωσιν,
2. ἐπειδὴ τὰ μὲν ὑδατώδη χωρὶς ἐναιωρημάτων λευκῶν, ἄπεπτον
3. εἶναι τὸ νόσημα δηλοῖ. τὰ δὲ καὶ τὴν σύστασιν
4. κατὰ φύσιν ἔχοντα καὶ πρὸς τοῦτο ἐναιωρήματα ἴσχοντα
5. λευκὰ, πεπέφθαι δηλοῖ τὴν νόσον χωρὶς ὑποστάσεως. χρὴ
6. τοίνυν αὐτὰ μὴ ἄπεπτα παντάπασιν εἶναι, μήτε πεπέφθαι
7. τελέως, ἵνα ἡ φύσις ἀπόστασιν ἐργάσηται. τὰ δὲ ποικίλως
8. ἔκλευκα καὶ δυσώδεα σπανίως μὲν ἀπόστασιν ἔχει γιγνομένην·
9. εἰ δέ ποτε καὶ σχοίη, κακὴν ἕξει. καλῶς οὖν προσέθηκεν
10. ἀπορῶν ἆρά γε οἷσι τὰ τοιαῦτα οὖρα στάξιες πυκναί;
11. κακοήθειαι γὰρ ἐν τοῖς χυμοῖς οὖσιν ἀπέπτοις, κἂν ἐπὶ τὴν
12. κεφαλὴν ἀνενεχθῶσιν, οὗτοι στάξεις μᾶλλον ἐκ ῥινῶν ποιοῦσι
13. κακοήθεις, οὐ παρωτίδας. τὸ δὲ, ἆρά γε καὶ ἡ γλῶττα
14. τούτοισι λείη; ἀπορητικόν ἐστιν. ἐπὶ γὰρ τοῖς προειρημένοις
15. εὐλογώτερόν ἐστι καὶ πυρετοὺς κακοήθεις γίγνεσθαι καὶ
16. γλῶτταν τραχύνεσθαι.