2. Οἷσι πνευματουμένοισιν ἐοῦσιν ἴκτεροι καὶ πυρετοὶ ὀξέες
3. μεθ’ ὑποχονδρίων σκληρῶν κατεψύχθαι, εἰ τὰ παρ’ ὦτα
4. μεγάλα ἵστανται;
6. Πνευματουμένους τοὺς μέγα καὶ πυκνὸν ἀναπνέοντας
7. εἰρηκέναι δοκεῖ, ἐπειδὴ κἀν τῷ περὶ διαίτης ὀξέων οὕτως
8. αὐτοὺς ὠνόμασεν ὁ Ἱπποκράτης. εἰκότως οὖν ἐλπίζει τὰ
9. παρ’ οὖς ἀναστήσεσθαι· καὶ γὰρ λόγον ἔχει καὶ γινόμενον
10. αὐτὸ πολλάκις εἴδομεν. εἰ δὲ τοὺς ἐμπνευματουμένους τοὺς
11. κατὰ τὴν κοιλίαν, ὥς τινες ἤκουσαν, οἵπερ καὶ πνευματώδεις
12. γράφουσι καὶ πνεύματα, οὐδὲν ἂν εἴη τοῦτο πρὸς τὴν
13. τῶν παρωτίδων γένεσιν, ὥσπερ καὶ οἱ ἴκτεροι. περὶ δὲ πυρετῶν
14. ὀξέων καὶ μάλιστα τῶν καύσων εἴρηται πρόσθεν, ὡς
15. αἱμοῤῥαγίας κινοῦσιν χέοντές τε τὸ αἷμα καὶ πρὸς τὴν κεφαλὴν
16. ἀναφέροντες. καὶ μέντοι καὶ τὰ ὑποχόνδρια τὰ
17. σκληρὰ τίνα μὲν λέγει σαφῶς οὐκ ἔστι γνῶναι διὰ τὸ μὴ
1. προσκεῖσθαι ἐπώδυνα. τούτου γὰρ προσκειμένου φλεγμονὴν
2. αὐτῶν ἤδη, μὴ προσκειμένου δὲ τὸν ὑπόψυχρον ὄγκον δηλώσει
3. σκιῤῥώδη μᾶλλον ἢ φλεγμαίνοντα. λύεται δὲ τὰ τοιαῦτα
4. μᾶλλον ἀποστάσεσιν οὐχ αἱμοῤῥαγίαις. ἐπὶ γὰρ τῶν φλεγμαινόντων
5. τὰς αἱμοῤῥαγίας ὁρῶμεν μάλιστα γιγνομένας.
6. ἀλλὰ διὰ τὴν ἀλλόκοτον ἑρμηνείαν τοῦ συγγραφέως οὐκ
7. ἔστιν ἀκριβῶς γνῶναι πότερον λέλειπται τὸ τῆς ὀδύνης,
8. ἀσαφέστερον ἡρμηνευκότος αὐτοῦ ἅμα τε γράψαντος ἢ ὄντως
9. σκιῤῥώδη βούλεται τὴν ὑποχονδρίων σκληρότητα. τὸ
10. δὲ κατεψύχθαι, εἴρηται γὰρ καὶ τοῦτο, δύναται σημαίνειν
11. οὐ τὸ λελύσθαι τὸν πυρετὸν, ἀλλὰ τὰ κάτω μόρια τοῦ σώματος
12. ἧττον εἶναι θερμὰ, παραβαλλόμενα τοῖς ἄλλοις, ἵνα
13. τὴν ἀναστροφὴν τῆς θερμασίας ἐκ τούτου τεκμαιρώμεθα.
14. τὸ δὲ μεγάλα τὰ παρ’ οὖς ἐπὶ τῶν αὐτῶν γίνεσθαι, δοκεῖ
15. μοι τεθεαμένος ἐπί τινος, οὕτως ἀποφήνασθαι περὶ τῶν
16. κατὰ μέρος ὡς καθόλου τὴν ἀπόφασιν ποιησάμενος. ἤρκει
17. γὰρ καὶ χωρὶς τοῦ μεγάλα ἀπόφασιν γεγράφθαι.