Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.167, ed. Kühn, 1829, vol. 16, p. 835-836. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.167


2. Τὰ κωματώδη, ἀσώδη, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα
3. μικρὰ, ἐν τούτοισι τὰ παρ’ οὖς ἐπανίστανται,
4. πρόσθεν δὲ καὶ τὰ περὶ πρόσωπον.

6. Ὅτι μέλλει γίνεσθαί τις ἀπόστασις, ἐλπίσεις ἔξ ὧν
7. Ἱπποκράτης ἔγραψεν. ἐφεξῆς δὲ ἤτοι τὸ μέρος τοῦ σώματος
8. εἰς ὃ γενήσεται χρήσιμον ἕξεις τὴν εἰρημένην συνδρομήν.
9. τὸ μὲν γὰρ κωματῶδες, εἴπερ καὶ ἄλλο σύμπτωμα,
10. προηγεῖται παρωτίδων. τὰ δὲ ὀδυνώδη ὑποχόνδρια φλεγμονὴν
11. ἔχει, ἐάν τις ἐπινοήσειε. τούτων δ’ οὕτως ἐχόντων
12. συντελέσει πρὸς τὴν γένεσιν τά τε ἀσώδη καὶ τὰ ἐμετώδη
13. συμπτώματα. τὸ δ’ ἐπὶ τῆς τελευτῆς εἰρημένον, τὸ ἔμπροσθεν
14. τὰ περὶ πρόσωπον, ἱκανῶς χρήσιμον, εἰ ὡς προσήκει,
15. τίς ἀκούσειε τῆς λέξεως. προσήκει δ’ οὕτως ἀκούειν, ὡς
16. ἀληθῆ γίνεσθαι τὸν λόγον. ἀληθὴς δ’ ἔσται, νοησάντων
17. ἡμῶν νοεῖσθαι κατὰ τήνδε τὴν διάνοιαν αὐτὸν, πρὸ τῆς τῶν
18. παρωτίδων γενέσεως τὰ περὶ πρόσωπον σημεῖα προσήκει
1. σκοπεῖσθαι. ταῦτα δ’ ἐστὶν ἔρευθος, ὄγκος παρὰ φύσιν,
2. ὑγρότης ὀφθαλμῶν ἀχλυῶδες ὁρᾷν, ὅσα τ’ ἄλλα τοιαῦτα. εἰ
3. δὲ καὶ μὴ πάντα τις ἀκούειν ἐθέλοι περὶ τὸ πρόσωπον,
4. ἀλλὰ τόν γε παρὰ φύσιν ὄγκον ἀκούειν πάντως. εἰρηκὼς
5. γὰρ ἐν τούτοισι παρ’ οὖς ἐπανίσταται, ἔπειτα ἐφεξῆς εἰπὼν,
6. πρόσθεν δὲ τὰ περὶ πρόσωπον, ἐμφαίνειν ἂν δόξειεν ἀπὸ
7. κοινοῦ δεῖν ἀκούειν τὸ ἐπανίσταται.

Cliquer un n° de page pour en afficher l’image