10. Κοιλίης μέλανα κοπρώδεα διείσης κῶμα ἐπιφανὲν τὸ παρ’
11. οὖς ἀνίστησιν.
13. Οὐκ ὀρθῶς ἔγραψαν ἔνιοι κοιλίης μέλανα, κοπρώδεα
14. χολώδεα διείσης, οὔτ’ ἐν τοῖς παλαιοῖς ἀντιγράφοις εὗρον,
15. οὔτε τις τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπίσταται τὴν γραφὴν
16. ταύτην, ἀλλ’ ἅ καὶ χολώδεα κατὰ τῆς ὠχρᾶς χολῆς
17. ἔθος τοῖς παλαιοῖς ἰατροῖς λέγειν, οὐκ ἂν εἴρηται κατὰ τὴν
1. αὐτὴν ῥῆσιν, εἰς ἥν τὰ μέλανα διαχωρεῖ. τοῦ τοιούτου ἕνεκα
2. τὰ χολώδεα ταῦτα περιεξῄρουν τὰ γεγραμμένα, μέλανα μὲν
3. ὑπὸ Καπίτωνος ἐν αὐτῷ τῷ ἐδάφει, κατὰ δὲ τὸ μέτωπον
4. ὑπὸ τοῦ Διοσκορίδου. δοκεῖ δέ μοι καὶ τήνδε τὴν συνδρομὴν
5. ὁ γράψας τὸ βιβλίον ἐπ’ ἀῤῥώστου τεθεαμένος, ὅλην
6. θελῆσαι διηγήσασθαι, μὴ διορίσας τὰ κατά τινα συντυχίαν
7. προηγησάμενα τοῦ σημαίνοντος τὰς παρωτίδας, ἱκανὸν γὰρ
8. αὐτῷ σημεῖον τὸ κῶμα.