5. Ἐν κεφαλαλγίῃ κῶμα καὶ κώφωσις παρ’ οὖς τι ἐξερεύγεται.
7. Ὄντως ἀεί ταῦτα σημεῖα παρωτίδων, ἐπεὶ προηλπίσαμεν
8. οὕτω γενήσεσθαί τινα ἀπόστασιν. οἱ γὰρ εἰς τὴν κεφαλὴν
9. ἀναδραμόντες χυμοὶ, θερμοὶ μὲν ὄντες καὶ λεπτοὶ,
10. παραφροσύνας καὶ αἱμοῤῥαγίας φέρουσι, παχεῖς δὲ καὶ ψυχροὶ
11. κώματα καὶ παρωτίδας. ἡ κεφαλαλγία δὲ κοινὸν ἀμφοῖν,
12. ὥσπερ καὶ ἡ κώφωσις, ἀλλὰ μᾶλλον μὲν τῶν θερμῶν
13. ἡ κεφαλαλγία, τῶν δὲ ψυχρῶν ἡ κώφωσις. ἀρκεῖ δὲ ὁ
14. συγγραφεὺς τῷ τοῦ κώματος ὀνόματι, μηδαμόθι γράψας ἐν
15. ὅλῳ τῷ βιβλίῳ τὴν τοῦ ληθάργου προσηγορίαν.