2. Ὑποχονδρίου σύντασις μετὰ κώματος ἀσώδους καὶ κεφαλαλγίης
3. τὰ παρ’ οὖς ἐπαίρει.
5. Πάλιν κἀνταῦθα τὸ μὲν κῶμα μετὰ τῆς κεφαλαλγίας
6. ἀξιόλογόν ἐστι σημεῖον, ἐνδείξασθαι γένεσιν παρωτίδων.
7. συνενδείκνυται δὲ καὶ ἡ τοῦ ὑποχονδρίου σύντασις. ἡ μὲν
8. οὖν φλεγμονὴ δηλοῦται διὰ τῆς προσηγορίας ταύτης, οὐ μεγάλη
9. γὰρ αὐτῆς ἡ ἔνδειξις. εἰ δ’ ἄνευ φλεγμονῆς ἡ σύντασις
10. γένοιτο κατὰ τὴν ἄνω ῥοπὴν τῶν χυμῶν, ἀξιόλογόν
11. ἐστι σημεῖον εἰς παρωτίδων γένεσιν καὶ τὴν αἱμοῤῥαγίαν
12. σημαίνει. τὸ δὲ ἀσῶδες αὐτὸ μὲν καθ’ ἑαυτὸ παρωτίδας
13. οὐδ’ ὅλως δηλοῖ, τῇ δ’ εἰρημένῃ συνδρομῇ μαρτυρεῖ συνεπιφαινόμενον.