Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.95, ed. Kühn, 1829, vol. 16, p. 705-709. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.95

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ

ΠΡΟΡΡΗΤΙΚΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ

ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ.


2. Οἷς κῶμα γίνεται ἐπάφρων περιελθόντων, πυρετὸς παροξύνεται
3. ὀξύς.

5. Τὴν πρώτην ἁπασῶν ῥῆσιν ἐξηγησαμένῳ τοῦ προκειμένου
6. βιβλίου γέγραπταί μοι βιβλίδιον ἐπιγεγραμμένον περὶ
7. τοῦ παρ’ Ἱπποκράτην κώματος, ἐν ᾧ ἐπιδέδεικται τὸ σημαινόμενον
8. ὑπὸ τῆς φωνῆς ταύτης, εἶναι τὴν εἰς ὕπνον καταφορὰν,
1. ἐγρηγορέναι μὲν ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς
2. οὐ δυναμένων τῶν κωματωδῶν, οὐκ ἐξ ἅπαντος δὲ κοιμωμένων,
3. ἐπειδὰν μύσωσιν αὐτοὺς, ἀλλ’ ἔστιν ὅτε καὶ ἀγρυπνούντων.
4. ἔδειξα δὲ σημαίνεσθαι τοῦτο δι’ ὧν εἶπεν ὁ
5. Ἱπποκράτης ἐν ὁμολογουμένοις γνησίοις βιβλίοις, τῷ τε
6. πρώτῳ καὶ τῷ τρίτῳ τῶν γνησίων ἐπιδημιῶν, ἐκ
7. τῶν συμφραζομένων ἢ φαινομένων ἢ ὅπως ἄν τις ὀνομάζειν
8. ἐθέλοι, τῷ τοῦ κώματος ὀνόματι. μόνως γὰρ οὕτως εὑρίσκεται
9. τὸ σημαινόμενον ὑφ’ ἑκάστης φωνῆς, οὐ μὴν ἐν
10. τούτῳ γε τῷ βιβλίῳ δυνατὸν ἐγένετό μοι μέχρι δεῦρο διὰ
11. τῶν συμφραζόντων εὑρεῖν τὸ σημαινόμενον ἐκ τοῦ κώματος,
12. ἁπασῶν δὲ τῶν ῥήσεων αἰνιγματωδῶς ἑρμηνευομένων. ἀλλ’
13. οὐδ’ ἐν τοῖς ἐφεξῆς οἷόν τε διὰ τῶν συντεταγμένων ὀνομάτων
14. αὐτῷ τὸ δηλούμενον εὑρεῖν, ὅθεν ὡς ἐν ἀσαφέσι
15. πάσαις ταῖς ῥήσεσιν ἀσφαλέστερον ὑπέλαβον εἶναι τῆς φωνῆς
16. ἀκούειν ταύτης, ὡς Ἱπποκράτης ἐχρήσατο. γίγνεσθαι
17. δὲ καταφορὰν ἂν, ὡς ἐν ἄλλοις τέ τισιν ὑπομνήμασι κἀν
18. τοῖς περὶ τῶν πεπονθότων τόπων ὑπέδειξα. τὸ μὲν ὑπὸ
1. πλήθους χρηστοῦ βαρυνομένου τοῦ ἐγκεφάλου, καθάπερ ἐπὶ
2. τῶν μεθυσθέντων, ἔστι δ’ ὅτε διὰ φλεγματικὸν χυμὸν ἢ
3. καὶ χωρὶς τοῦ χυμοῦ δύσλυτον ψύξιν. ὅταν δ’ ἀγρυπνίᾳ
4. ζευχθῇ τὸ κῶμα, δακνώδους μίξει χυμοῦ τὴν τοιαύτην
5. διάθεσιν ἐδείκνυον γίνεσθαι. κατὰ μὲν οὖν τὰ τῶν ἐπιδημιῶν
6. βιβλία, εἴτ’ ἐκ τῶν συντεταγμένων εἴτ’ ἐκ τῶν συμφραζομένων
7. ἐθέλοι τις ὀνομάζειν, ἐδηλοῦτο τοῦ κώματος ἡ
8. διαφορὰ μετὰ τοῦ καὶ αὐτὸν τὸν Ἱπποκράτην διορίζεσθαι,
9. ποτὲ μὲν βαθὺ κῶμα λέγοντα, ποτὲ δὲ ὑπνῶδες, ποτὲ δὲ
10. ἄγρυπνον ἥ τι τοιοῦτον. κατὰ δὲ τοῦτο τὸ βιβλίον, ὃ νῦν
11. ἡμῖν πρόκειται, μηδ’ ἐκ τῶν τοιούτων διορισμῶν, μηδ’ ἐκ
12. τῶν συμφραζομένων, ἡμῶν δυναμένων νοεῖν τὴν διαφορὰν
13. τοῦ κώματος, οὐδὲ τὴν ἐξ αὐτῶν πρόγνωσιν οἶόν τε καταστήσασθαι
14. βεβαίως. ἔνθα μὲν οὖν ἤτοι παραφροσύνην ἢ
15. φρενῖτιν ἢ μώρωσιν ἢ κατοχὴν ἐξ ἧς ἔγραψε συνδρομῆς
16. προλέγει, χρήσιμόν ἐστι τὴν διαφορὰν τοῦ κώματος ἐπίστασθαι·
17. ἐν δὲ τῇ νῦν προκειμένῃ παντάπασιν ἄχρηστός
18. ἐστιν ἡ τοιαύτη γνῶσις. ὥσπερ γὰρ ἐπ’ ἄλλων συνδρομῶν
1. οὐκ ὀλίγα συμπτώματα προστίθησιν ὁ γράψας τὸ βιβλίον,
2. οὐδὲν εἰς ἣν ἀποφαίνεται πρόῤῥησιν συντελοῦντα, κατὰ τὸν
3. αὐτὸν τρόπον καὶ νῦν ἄχρηστός ἐστι πρὸς τὴν ἐνεστῶσαν
4. κρίσιν τοῦ κώματος ἡ μνήμη. προπαροξυνόμενον γὰρ τὸν
5. πυρετὸν ἐπὶ τοῖς ἀφρώδεσι διαχωρήμασιν ἐγὼ μὲν διηνεκῶς
6. εἶδον, ἕκαστος δὲ τῶν ἄλλων ἀναμιμνησκέσθω τῆς ἰδίας
7. αὐτοψίας, οὐ μὴν ἐπί γε τοῖς κώμασιν οἱ πυρετοὶ παροξύνονται
8. πάντως. ἀλλ’ ἴσως ἐθεάσατό τινα κωματώδη ἅμα
9. τε γενόμενον, ἀφρώδη τε διαχωρήσαντα, κἄπειτα παροξύνοντα,
10. καὶ διὰ τοῦτ’ ᾠήθη συντελέσαι τι τῷ κώματι τῷ
11. γινομένῳ τοῦ πυρετοῦ παροξυσμῷ. καθάπαξ οὖν ἐγὼ μὲν
12. ἀφρῶδες ὠνόμασα τὸ διαχώρημα, καθάπερ Ἱπποκράτης ἐν
13. τῷ προγνωστικῷ λέγων, ὑδαρὲς δὲ κάρτα ἢ λευκὸν ἢ χλωρὸν
14. ἰσχυρῶς καὶ ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα
15. καὶ κατὰ τῶν ἐπιδημιῶν οὐκ ὀλιγάκις. ἐξηγητὴς δέ τις
16. τοῦ προκειμένου συγγράμματος ἔπαφρα καλεῖν ἔφη τὰ τὸν
17. ἀφρὸν ἄνωθεν ἐποχούμενον ἔχοντα, ὥσπερ ῥυτῶν τινων ὄντων
18. ἢ διαχωρημάτων ἢ οὔρων ἢ χυμῶν, ἐφ’ ὧν ἐν ἄλλῃ
1. τάξει θέσθαι ὁ ἀφρὸς φαίνεται. διὰ τί δὲ τοῖς πυρικαέσι
2. πυρετοῖς μόνοις ἀφρῶδες διαχωρεῖται, λέλεκταί μοι πολλάκις,
3. ὥσπερ γε καὶ ὅτι τὰ συνήθη τῶν ὀνομάτων ἐξαλλάττειν
4. ὁ τοῦ προκειμένου βιβλίου συγγραφεὺς ἔργον πεποίηται,
5. κἂν μὴ δύνηται τοῦτο πρᾶξαι, τὰ σημαινόμενα γοῦν
6. ὑπαλλάττειν μετὰ τοῦ καὶ τὴν σύνταξιν αὐτῶν ἐπιτηδεύειν
7. ἐν σολοικώδεσι ποιεῖσθαι σχήμασιν. εἰ δὲ οὐ βούλει σύνταξιν
8. ὀνομάζειν, ἔξεστί σοι σύνθεσιν αὐτὴν καλεῖν.

Cliquer un n° de page pour en afficher l’image