11. Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶσι πυρετώδεες
12. χαλῶνται ἐφ’ ἑαυτοὺς, ἐπανιέντα, χρονιώτερον.
13. ἐπιῤῥιγῶσαι τούτοισιν οὐ πονηρόν.
15. Διαφωνία τις οὐ σμικρὰ γέγονε πρὸς ἀλλήλους
16. καὶ κατ’ αὐτὴν τὴν ῥῆσιν, ἄλλων ἄλλως ἐξηγησαμένων αὐτήν.
17. ἐγὼ δὲ ὅσα μὲν δυνατόν ἐστί μοι τῶν εἰρημένων ἐν
18. αὐτῇ προσάγειν τοῖς ἀληθέσι, πειράσομαι τοῦτο πρᾶξαι.
1. τὸ δ’ ὑπόλοιπον οὐκ ἐμὸν, ἀλλὰ τῆς τοῦ γράψαντος ἀσαφείας
2. ἔγκλημα. τὸ γὰρ τοιούτων ἀνδρῶν μετὰ πολλῆς σπουδῆς
3. σαφηνίσαι τὰ λεγόμενα καὶ συναγορεῦσαι προελομένων,
4. ἅπαντας ἀπιθάνους φανῆναι, αὐτοῦ τοῦ συγγραφέως ἐστὶν
5. ἔγκλημα. δοκεῖ δέ μοι τὸ μὲν ἐκ κεφαλαλγίης ἀφωνίαι διὰ
6. τοῦτο εἰρῆσθαι, διότι σημεῖον εἶναι βούλεται τὴν κεφαλαλγίαν
7. τοῦ πεπονθέναι τὴν ἀρχὴν τῶν νεύρων, οὐ τοπικὴν
8. εἶναι διάθεσιν τῆς ἀφωνίας, οἷαι γίνεσθαι πολλάκις εἰώθασιν
9. ἢ διὰ τὴν τάσιν σφοδρὰν ἢ ἔκλυσίν τε καὶ χάλασιν
10. τῶν τὴν φωνὴν ἐργαζομένων μυῶν τε καὶ νεύρων. τὸ δ’
11. ἅμα ἱδρῶσι πλῆθος ὑγρότητος λεπτῆς ἢ τῆς καθεκτικῆς
12. δυνάμεως ἔκλυσιν ἐνδείκνυται. τὸ δὲ χαλῶνται ἐφ’ ἑαυτοὺς
13. εἰ μὲν ὡς οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἤκουσαν, ὡς ἐπὶ τῶν
14. ἀκουσίως διαχωρουμένων, οὕτω καὶ ἡμεῖς ἀκούσομεν, ἤτοι
15. τῆς διανοίας ἐνδείξεται βλάβην ἢ τῶν κλειόντων τὴν ἕδραν
16. μυῶν τε καὶ νεύρων. εἰ δ’, ὡς ἔνιοι νομίζουσι, δηλοῦται
17. τὸ χαλᾶν ἐπὶ τῆς διαθέσεως, ὅπερ ἐστὶ μετριωτέραν αὐτὴν
1. ἐργάζεσθαι, διὰ μὲν τοὺς ἱδρῶτὰς, φασὶν ἐκεῖνοι, συμβήσεται
2. χρονιώτερον ἐργάζεσθαι τὸ νόσημα, διὰ τοῦτο παραλείπουσιν
3. οὗτοι τὴν τοῦ ἐπανιέντος ἐξήγησιν, ἐπειδὴ ταὐτὸν
4. ἀναγκασθήσονται λέγειν, ὅπερ ἐπὶ τοῦ χαλῶντος προειρήκασι.
5. διὰ τοῦτ’ οὖν ὑπαλλάξαντες τὸ ε γράμμα καὶ
6. γράψαντες τὸ ??ν κατὰ τὴν πρὸ τέλους συλλαβὴν ἐπανιόντα
7. φασὶν εἰρῆσθαι, δηλοῦντες δι’ αὐτοῦ τὰ ἐπανερχόμενα νοσήματα.
8. καλοῦσι δὲ ἐπανερχόμενα νοσήματα τὰ μετριάσαντα
9. μὲν ἐπ’ ὀλίγον, αὖθις δὲ παροξυνθέντα. εἰ μέντοι
10. τὰ χαλῶντα ἐφ’ ἑαυτοὺς ἐπὶ τῶν διαχωρουμένων ἀπροαιρέτως
11. εἴρηται, ὁ σύμπας λόγος ἔσται τοιοῦτος. ἂν ἐπὶ κεφαλαλγίᾳ
12. ἀφωνία γένηται, τοῦ κάμνοντος πυρέττοντος σὺν
13. ἱδρῶτι, καὶ χωρὶς προαιρέσεως ἀποκρίνωνται τὰ περιττώματα,
14. κἂν ἐπάνεσίς τις γένηται τῶν συμπτωμάτων ὁμοίως,
15. εἰς χρόνον πλείονα ἐκπίπτει τὰ τοιαῦτα νοσήματα. πρόδηλον
16. δὲ ὅτι χαλεπῶν συμπτωμάτων εἰρημένων οὐκ ἐχρῆν εἰπεῖν
17. μόνον ὅτι χρονιώτερον γίνεται, ἀλλὰ καὶ πρὸ αὐτοῦ
18. πότερον ἐλπίζειν χρὴ σωθήσεσθαι τοὺς οὕτω νοσοῦντας ἢ
1. τεθνήξεσθαι, παραλιπὼν ὁ γράψας αὐτὰ περὶ τοῦ χρονίσαι
2. μόνον ἐδήλωσεν. ἀλλὰ τούτῳ πάλιν ἐναντιοῦται τὸ κατὰ
3. τὴν τελευτὴν εἰρημένον ἐπιῤῥιγῶσαι τούτοισιν οὐ πονηρὸν,
4. ὅπερ ἔνιοί φασιν ἡμαρτῆσθαι. χρὴ γὰρ ἄνευ τῆς ἀποφάσεως
5. πονηρὸν, οὐ μετ’ αὐτῆς, οὐ πονηρὸν γεγράφθαι. συγχωρηθείσης
6. δὲ τῆς ἐν ἅπασι τῶν ἀντιγράφων εὑρισκομένης
7. γραφῆς, ἥτις ἐστὶ μετὰ τῆς ἀποφάσεως, εἰκότως
8. φασὶν εἰρῆσθαι τὸ ῥῖγος οὐ πονηρὸν εἶναι διὰ τὴν φύσιν
9. ἐκλελυμένην ἐπεγείρειν. ὅτι δὲ ἐκλέλυται, τήν τε ἀφωνίαν
10. καὶ τὴν ἀκούσιον ἀπόκρισιν τῶν περιττῶν καὶ τοὺς ἱδρῶτας
11. δηλοῦν.