Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.97, ed. Kühn, 1829, vol. 16, p. 712-715. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.97


14. Χεῖρες τρομώδεες, κεφαλαλγέες, τραχήλου ὀδυνώδεες, ὑπόκωφοι,
15. οὐρέοντες μέλανα δεδασυμένα, οἷσι ταῦτα μέλανα
16. προσδέχεσθαι ἥξειν, ὀλέθριον.

1. Ἡ μὲν κεφαλαλγία τούτοις τὴν κεφαλὴν ἐνδείκνυται
2. πάσχειν, ὥσπερ γε καὶ ἡ τῆς ἀκουστικῆς αἰσθήσεως βλάβη
3. τὸν ἐγκέφαλον αὐτὸν, ὥστε καὶ τὴν ὀδύνην τοῦ τραχήλου
4. καὶ τὰς τρομώδεις χεῖρας, τὴν τῶν νεύρων ἀρχὴν πεπονθυῖαν
5. βεβλάφθαι. τὰ δ’ οὖρα μέλανα πολλάκις εἴρηται
6. τῆς ἑτέρας ἀρχῆς εἶναι πάθος, καὶ γίνεται τοῦτο διὰ σφοδροτάτην
7. θερμότητα. τὰ δ’ οὖρα δεδασυμένα τῶν εἰς ἀσάφειάν
8. εἰσιν ἐπιτετηδευμένων, ὥσπερ καὶ ἄλλα πολλὰ κατὰ
9. τοῦτο τὸ βιβλίον, ἵνα κἀνταῦθα φλυαρεῖν ἔχωσιν οἷς φίλον
10. τοῦτο. κατὰ γοῦν τὸ προγνωστικὸν ἁπάσας τῶν οὔρων
11. τὰς διαφορὰς, αἳ γίνονται τοῖς ὀξέως νοσοῦσι διερχόμενος,
12. οὐκ ἐμνημόνευσε δασέων οὔρων, ὥσπερ οὐδ’ ἐν τοῖς τῶν
13. ἐπιδημιῶν ἢ κατὰ τοὺς ἀφορισμούς. ἀλλ’ οἵ γε τὰ τοιαῦτα
14. μὲν ἀποφαίνεσθαι τολμηροὶ, περὶ ὧν οὐ τὴν γνῶσιν ἀκριβῆ
15. λαβεῖν ἐστιν οὔτ’ εἰ λάβοιμεν ἔχειν τι πλέον ὧν ἐπιστάμεθα.
16. τὰ δ’ ὄντως χρήσιμα μὴ γινώσκοντες ἀνώμαλον
17. ἔχειν φασὶ τὴν ἐπιφάνειαν τὰ δασέα τῶν οὔρων ἐξοχαῖς
18. βραχείαις τε καὶ λευκαῖς οἷόν περ θριξὶ τετραχυσμένα.
1. καὶ τινὲς μὲν αὐτῶν ἀφρώδη φασὶν εἶναι τὰ τοιαῦτα τῶν
2. οὔρων, ἀφρὸν λεπτὸν ἐπιπολῆς ἀνωμάλως διεσπαρμένον
3. ἔχοντα, τινὲς δὲ παχέα μὲν αὐτὰ κατὰ τὴν ἐπιφάνειαν
4. ἔχοντα σκληρότητα πάνυ λεπτὴν, ὡς ψάμμον. ἀλλά γε ταῦτα
5. πάντα διελθοῦσιν ἡμῖν οὐδὲν πλέον. αὐτὸς γὰρ ἐπὶ τῷ
6. τέλει τῆς ῥήσεως ἔγραψε μέλανα προσδέχεσθαι ἥξειν καὶ
7. τούτῳ γε πάλιν αὐτῷ προσέθηκεν ὀλέθριον. εἴρηκε δὲ
8. ἔμπροσθεν αὐτὸν οὐρεῖν μέλανα. τὸ γοῦν ἐλπὶς μέλανα ἥξειν
9. ἀπολείπεται περὶ τῶν διαχωρουμένων ἢ ἐμουμένων ἀκοῦσαι.
10. περιττὸν δὲ ἀναμένειν ἐκεῖνα προῤῥήσεως ἕνεκεν, ὀλεθριώτερα
11. αὐτὸν ἑωρακότα σημεῖα οὖρα μέλανα, πρὸς τῷ μήτε
12. διὰ παντὸς μήθ’ ὡς τὸ πολὺ μελάνων οὔρων γενομένων,
13. ἔκκρισιν διὰ γαστρὸς ἢ ἔμετον ἕπεσθαι διὰ παντὸς μέλανα.
14. διό μοι δοκεῖ καὶ ὁ Διοσκορίδης ὑπομέλανα γράψαι τὰ
15. τοιαῦτα οὖρα, προσθεὶς τὴν ὑπό πρόθεσιν, ἵνα προῤῥητικόν
16. τι κἂν ὀλίγον ὁ λόγος ἔχῃ. περιττὴ δὲ παντοίως ἔσται
17. τῶν ἄλλων συμπτωμάτων ἡ προσθήκη. τὰ γὰρ ὑπομέλανα
1. οὖρα, ῥοπὴν ἔχοντα πρὸς τὸ μέλανα γενέσθαι, τῆς ἰδέας
2. δεῖται τοῦ πυρετοῦ, διοριζομένης ἀσφαλεστέραν πρόῤῥησιν,
3. ἑτέρου δὲ οὐδενός. ἐὰν γὰρ ἱκανῶς ᾖ δριμὺς καὶ πυρώδης
4. ὁ πυρετὸς, ἡ μετάπτωσις εἰς τὸ μέλανα τῶν ὑπομελάνων
5. οὔρων ἔσται ῥᾳδίως. ἐὰν δὲ μὴ τοιοῦτος οὐ πάνυ τι πυρώδης,
6. τούτῳ τρομώδεις αἱ χεῖρες, ὥσπερ καὶ ἡ κεφαλαλγία
7. καὶ τὸ ὑπόκωφον καὶ τὸ τοῦ τραχήλου ὀδυνῶδες. ταῦτα
8. γὰρ ἅπαντα φρενιτικὰ σημεῖα.

Cliquer un n° de page pour en afficher l’image