Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 3.98, ed. Kühn, 1829, vol. 16, p. 715-716. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:3.98


11. Αἱ μετ’ ἐκλύσεως κατόχως ἀφωνίαι ὀλέθριαι.

13. Πάλιν κἀνταῦθα λόγον ἔγραψε κατὰ μέρος, ὥσπερ καὶ
14. πρόσθεν ἡνίκα ἔλεγεν, αἱ παραφροσύναι κάκισται. κοινῶς
15. πᾶσι τοῖς τοιούτοις εἰσὶν, ὃ καὶ τοῖς ἰδιώταις δῆλον ὑπάρχει
16. τὸ τὰ μεγάλα πάθη τοῖς προκεκμηκόσι τὴν δύναμιν
17. ὀλέθρια γίνεσθαι. ἀλλ’ ὅπερ ἐκεῖ προεξαδυνατησάντων,
1. τοῦτο ἐνταῦθα μετὰ ἐκλύσεως εἶπε. δύναται δέ τις καὶ
2. μετὰ ἐκλύσεως ἢ ἀσθενείας ἢ ἀῤῥωστίας εἰπὼν ἐκπέμψαι
3. φαντασίαν τοῖς πολλοῖς καὶ ἀμαθέσιν ἄλλο τι λέγειν· δύναται
4. καὶ τῶν κατὰ μέρος παθῶν μνημονεύειν, ἵνα ἐν τῷδε
5. δόξῃ λέγειν ἄλλοτε ἄλλα. καὶ γὰρ αἱ περιπνευμονίαι καὶ
6. αἱ πλευρίτιδες ἐν ἀσθενείᾳ δυνάμεως γιγνόμεναι καὶ πᾶν
7. ὁτιοῦν πάθος ἰσχυρὸν ὀλέθριόν ἐστιν. ὅπου γὰρ οὐδὲ οἱ
8. τὴν δύναμιν ἰσχυροὶ διασώζονται πάντες ἐξ αὐτῶν,
9. εὔδηλον ὡς τῶν ἀσθενῶν οὐδένα σωθῆναι δυνατόν ἐστι.
10. νῦν μὲν οὖν ἐμνημόνευσε δύο συμπτωμάτων, ἑπομένων τῇ
11. βλάβῃ τοῦ ἐγκεφάλου, καὶ θάτερον δ’ αὐτῶν μόνον εἰπών
12. τις ἀληθεύει. καὶ γὰρ αἱ μετ’ ἐκλύσεως κατοχαὶ μοχθηραὶ
13. καὶ αἱ μετ’ ἐκλύσεως ἀφωνίαι παραπλησίως αὐταῖς.

Cliquer un n° de page pour en afficher l’image