16. Πλευροῦ ἄλγημα ἐπὶ πτύσεσι χολώδεσιν, ἀλόγως ἀφανισθὲν,
17. ἐξίστανται.
1. Καὶ τούτου τοῦ λόγου τὸ καθόλου πολλάκις εἴρηται,
2. πάντων τῶν ἀλόγων ἀφανισθέντων κακόν τι σημαινόντων,
3. καὶ ἐνταῦθα δὲ πρόσκειται τῶν κατὰ μέρος τι κακὸν γιγνόμενον
4. ἐπὶ χολώδεσι πτύσμασιν, ἐν πλευριτικοῖς πάθεσιν
5. ἐξαίφνης ἀφανισθεῖσιν, οὐ μὴν διὰ παντὸς ἢ πλειστάκις,
6. ἀλλ’ ὅταν ἡ μετάστασις τοῦ χολώδους ἐπὶ τὴν κεφαλὴν
7. γένηται, τηνικαῦτα μόνον οἱ κάμνοντες ἐξίστανται. τῷ
8. μέντοι συνήθει τῆς ἑρμηνείας ἤδη χρησάμενος ὁ γράψας τὸ
9. βιβλίον ἀλλόκοτον ἐποίησε τὴν λέξιν, οὐκ ἐχόντων ἡμῶν
10. τίνι τὸ ἐξίστανται συντάξομεν. ὅσον μὲν γὰρ ἐπὶ τῇ λέξει,
11. τῷ τῆς πλευρᾶς ἀλγήματι, φάντος γε αὐτοῦ, πλευροῦ ἄλγημα
12. ἀλόγως ἀφανισθὲν, ἐξίστανται. πάνυ δ’ ἀκύρως ἂν
13. εἴη λεγόμενον τὸ τοῦ πλευροῦ ἄλγημα ἀλόγως ἀφανισθὲν
14. ἐξίστανται. κἂν γὰρ ἀντὶ τοῦ ἐξίστανται ἐξίσταται γράφωμεν
15. χωρὶς τοῦ ν τῆς πρὸ τέλους συλλαβῆς διὰ μόνου τοῦ
16. τ καὶ α, καὶ οὕτως ἄτοπος ἡ ἑρμηνεία γίνεται καὶ πολὺ
1. χείρων αὐτῆς. τὸ μὲν γὰρ ἀπὸ τῶν παθῶν ἐπὶ τὸν κάμνοντα
2. σολοικώδης ἡ μετάβασις γίνεται, τὸ δ’ ἄνευ τοῦ
3. ν λεγόμενον ἐξίσταται, τὴν ἀρχὴν οὐδ’ οὕτως, τί πρότερον
4. σημαίνει δυνατὸν εὑρεῖν. κατὰ φύσιν γὰρ ἦν εἰρηκέναι
5. πλευροῦ ἀλγήματος ἐπὶ πτύσμασι χολώδεσιν ἀλόγως
6. ἀφανισθέντος οἱ κάμνοντες ἐξίστανται, σημαίνοντος δηλονότι
7. τοῦ ἐξίστανται παρακοπὴν σφοδρὰν καὶ μανιώδη.