5. Πρωῒ μὲν τοῦ ἦρος ἐκ τῆς πρόσθεν καταστάσιος ὑπεναντίης
6. καὶ βορείου γενομένης ὀλίγοισιν ἐγένοντο καῦσοι,
7. καὶ τουτέοισι πάνυ εὐσταθεῖς, καὶ ὀλίγοις ᾑμοῤῥάγησαν,
8. οὐδ’ ἀπέθνησκον ἐκ τουτέων.
10. Ὅτι μὲν ὀλιγοχρόνιος ἡ βόρειος κατάστασις ἐγίνετο
11. πρωῒ τοῦ ἦρος εὔδηλόν ἐστιν ἐκ τοῦ τὴν ὅλην κρᾶσιν προειρῆσθαι
12. πρὸς αὐτοῦ νότιον, οὐκ ἂν οὕτως εἰπόντος, εἰ ἐπὶ
13. πολλὰς ἡμέρας ἔπνευσεν ὁ βοῤῥᾶς. ὅμως δὲ καὶ πρὸς
14. ὀλίγας ἡμέρας γινομένου βορείου τοῦ περιέχοντος, καυσώδη
15. τινὰ νοσήματα συνέπεσεν ὀλίγοις, ἐπιεικῆ πάνυ καὶ ταχέως
16. καθιστάμενα. φησὶ γὰρ καὶ τούτοισι πάνυ εὐσταθεῖς.
17. γράφουσι δ’ ἔνιοι πάνυ εὐσταθῆ, τινὲς δὲ εὐσταθέα, κατὰ
18. τὴν Ἰωνικὴν γλῶτταν, ἐν ἴσῳ τῷ μέτρῳ καὶ οὐδὲν ὀλέθριον
1. ἔχοντα. καὶ μέντοι καὶ ὀλίγοις αἱμοῤῥαγῆσαί φησιν, ὅπερ
2. ἦν ἴδιον τῶν σφοδρῶν καύσων, ὥσπερ καὶ τὸ παραληρεῖν
3. καὶ τὸ ἀποθνήσκειν, ἅπερ οὐδ’ αὐτοῖς τοῖς τότε γενομένοις
4. συνέπεσεν, ἀλλὰ μετριώτατοί τε καὶ ὀλιγίστοις ἐγένοντο, τοῦ
5. σφοδροῦ καὶ ὡς ἂν εἴποι τις γνησίου καύσου τὴν γένναν
6. ἐπὶ τῇ ξανθῇ χολῇ λαμβάνοντος, ἣν δὴ καὶ ὠχρὰν χολὴν
7. ὀνομάζουσι. ταύτην δ’, ὡς ἐδείκνυμεν, ἐν τῇ προκειμένῃ καταστάσει
8. μόνον κατὰ τὸ προγεγονὸς θέρος ἔσχον οἱ φύσει
9. χολώδεις οὐ πολλὴν, οὐκ ἐν τῷ μετὰ ταῦτα χρόνῳ διὰ τὸ
10. τὴν εἰρημένην κατάστασιν ὑγρὰν οὖσαν, ἔτι καὶ μᾶλλον
11. ἀχλυώδη τε καὶ ὁμιχλώδη γίνεσθαι. εἰκότως οὖν ὀλίγοις τε
12. συνέπεσεν ὁ καῦσος, οἳ πάνυ χολώδεις ἦσαν, καὶ τούτοις οὐκ
13. ἀκριβὴς οὐδὲ σφοδρὸς, ἀλλ’ ἐπιεικὴς καὶ λυθῆναι ῥᾳδίως.
14. οἷς δ’ οὖν συνέβη, διὰ τήνδε τὴν αἰτίαν ἐγένετο. προηγεῖται
15. μὲν δὴ τὸ θέρος τοῦ φθινοπώρου κατὰ φύσιν ἔχον.
16. ἄρχεται γὰρ ὁ Ἱπποκράτης τῆς τῶν καταστάσεων δηγήσεως,
17. ὅταν πρῶτον εἰς τὸ παρὰ φύσιν ἐκτραπῇ τὸ περιέχον
1. ἀναγκαῖον δ’ ἦν ἐν τῷ κατὰ φύσιν θέρει τοῖς πάνυ χολώδεσιν
2. ἠθροῖσθαι πλέονα τὸν χυμὸν τοῦτον. ἐφεξῆς οὖν ἡ
3. γενομένη κατάστασις ἐν ἅπαντι τῷ χειμῶνι μέχρι τοῦ ἦρος,
4. οὔτ’ ηὔξησέ τι τὸν χυμὸν τοῦτον· οὐ γὰρ ἦν θερμὴ σφοδρῶς
5. καὶ ξηρὰ καθάπερ τὸ θέρος· οὔτ’ ἐμείωσέ τι· τὸ
6. γὰρ οὐχ ἱκανῶς ψυχρὰ, καθάπερ ὁ κατὰ φύσιν ἔχων χειμὼν,
7. ἀλλ’ οὐδὲ διεφόρησεν, οὐ γὰρ ἦν ἀκριβῶς ξηρά.
8. λείπεται τοίνυν αὐτὸν διαφυλαχθῆναι προσλαβόντα τὴν οἷον
9. ἀχλυώδη τε καὶ ὁμιχλώδη, διὰ τὴν τοῦ περιέχοντος ὀλίγην
10. ὑγρότητά τε καὶ θερμότητα συντραφεῖσαν ἀτμίδι. πρωῒ δὲ
11. τοῦ ἦρος ἐξαίφνης ἀήθως γενομένου τοῦ βοῤῥᾶ, πρὸς τὸ
12. βάθος τοῦ σώματος ὠθουμένων ὑπ’ αὐτοῦ τῶν χυμῶν, ὁ
13. λεπτότατος πρῶτος ἐῤῥύει καὶ οὕτως εἰργάσατο τὸν καῦσον.
14. οὐ γὰρ ἐν οἷς ἔτυχε μορίοις ἀθροιζόμενος τοῦ σώματος ὁ
15. χυμὸς οὗτος ἐργάζεται καῦσον, ἀλλὰ περί τε τὴν γαστέρα
16. καὶ ταύτης μάλιστα τὸ στόμα καὶ τοῦ ἥπατος τὰ σιμὰ καὶ
17. ὁμοίως οὐχ ᾑμοῤῥάγει, ἴδιον εἴπερ τι ἄλλο τῶν ἀκριβῶν
1. καύσων ἐστὶ τὸ δι’ αἱμοῤῥαγίας κρίνεσθαι. καλεῖ δ’ αἱμοῤῥαγίαν
2. ὁ Ἱπποκράτης ἄνευ τοῦ προσθεῖναι τὸ μέρος ἐξ
3. οὗ κενοῦται τὸ αἷμα, τὰς ἐκ τῶν μυκτήρων ἀποτελουμένας.
4. οὐδὲν δὲ θαυμαστὸν ἀναστομοῦσθαί τε καὶ ἀναῤῥήγνυσθαι
5. τὰς ἐνταῦθα φλέβας ὑπὸ τοῦ αἵματος ἐπὶ τὸ μετέωρον ἀναφερομένου
6. διὰ τὴν θερμασίαν, ὑφ’ ἧς ἀναγκαῖόν ἐστιν αὐτὸ
7. καὶ πνευματοῦσθαι καὶ τότε τὰς φλέβας ἀναστομοῦσθαί τε
8. καὶ ἀναῤῥήγνυσθαι, διὰ τὸ τοῦ πνεύματος πλῆθος, ὃ καὶ
9. τοὺς ἀσκούς τε καὶ τοὺς πίθους ῥήγνυσιν ἀθροιζόμενον ἐν
10. τῷ γλεύκει ζέοντι. τοῦτ’ οὖν τὸ σύμπτωμα τοῖς τότε γενομένοις
11. καύσοις οὐκ ἠκολούθησεν, οὖσί γε μετρίοις, ὡς
12. προείρηται.