Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 1.11, ed. Kühn, 1828, vol. 17a, p. 50-53. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:1.11


15. Ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόῤῥοπα
16. ἦν καὶ ἐξ ἀμφοτέρων τοῖσι πλείστοισιν, ἀπύροισιν ὀρθοστάδην,
17. ἔστι δ’ οἷς καὶ σμικρὰ ἐπεθερμαίνοντο, κατέσβη
18. πᾶσιν ἀσινέως, οὐδ’ ἐξεπύησεν οὐδενὶ ὥσπερ τὰ ἐξ 
1. ἄλλων προφασίων. ἦν δ’ ὁ τρόπος αὐτέων χαῦνα, μεγάλα,
2. κεχυμένα, οὐ μετὰ φλεγμονῆς ἀνώδυνα, πᾶσιν ἀσήμως
3. ἠφανίσθη.

5. Τὰ εἰρημένα πάντα διὰ τὴν πλεονεξίαν ἐγένετο τῆς
6. ἀχλυώδους οὐσίας, ὑφ’ ἧς τὰ μὲν ἅμα τῷ φλέγματι πέφυκε
7. γίνεσθαι, τὰ δὲ ἅμα τῇ ξανθῇ χολῇ, τὰ ἐρυσιπελατώδη.
8. ὅταν δ’ ἅμα τῷ αἵματι, τὰ φλεγμονώδη. καθίσταται δὲ
9. ἅπαντα ῥᾳδίως, διαφορουμένης τῆς τοιαύτης οὐσίας ἑτοίμως.
10. ἔμπαλιν δ’ αὐτῆς ὅσα διὰ παχὺν καὶ γλίσχρον γίνεται
11. χυμὸν, δυσδιαφόρητα δεινῶς ὑπάρχει. τὰ δ’ ἐν τῇ
12. προκειμένῃ καταστάσει γεγενημένα χαῦνά τε ἦν, τουτέστι
13. μαλακὰ καὶ ὑπείκοντα τοῖς δακτύλοις καὶ κατὰ τὴν ἐπίθροισιν
14. αὐτῶν βοθρούμενα καὶ μετὰ φλεγμονῆς, ὅπερ ἐστιν οὐ
15. μετὰ φλογώσεως, ἀνώδυνά τε διὰ τὸ μηδέτερον αὐτοῖς
16. συνεῖναι τῶν τὰς ὀδύνας ἐργαζομένων· ἔστι δὲ ταῦτα τάσις
17. τῶν σωμάτων καὶ δυσκρασία σφοδρά. τάσις μὲν οὖν γίνεται
1. διὰ τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς ἐμφρασσομένους
2. δυσλύτως τοῖς πάσχουσι μέρεσι· δυσκρασία δ’ ἰσχυρὰ, διὰ
3. τὸ θερμοὺς ἄγαν ἢ ψυχροὺς ὑπάρχειν αὐτοὺς, ὥστ’ εἰκότως
4. ἀνώδυνα τὰ χαῦνα καὶ χωρὶς ἑλκώσεώς ἐστιν οἰδήματα,
5. διότι δὲ τοιαῦτ’ ἦν καὶ ῥᾳδίως ἐλύετο, διὰ ταῦτ’ οὐκ ἐξεπύησεν,
6. ὥσπερ τὰ ἐπ’ ἄλλαις προφάσεσιν. ὀνομάζει δὲ
7. προφάσεις ὁ Ἱπποκράτης ἐνίοτε μὲν ὡς ἔθος ἐστὶ τοῖς
8. πολλοῖς, ἐπὶ τῶν ψευδῶς λεγομένων αἰτίων φέρων τοὔνομα,
9. πολλάκις δὲ τὰς φανερὰς αἰτίας οὕτως καλεῖ, καί ποτε καὶ
10. πάσας τὰς ἁπλῶς, ἀλλὰ νῦν γε τὰς ἐπὶ ἄλλαις προφάσεσιν
11. ἐκπυήσεις εἴρηκεν, ὅσας ἐδίδαξεν αὐτὸς ἐν πυρετοῖς γινομένας,
12. ἐν οἷς μὲν ἠθροισμένοι εἰσὶ χυμοὶ πολλοὶ παχεῖς καὶ
13. ὠμοὶ, διὰ δὲ τὴν σφοδρότητα καὶ τὴν ὀξύτητα καὶ τὸ
14. πλῆθος τῆς θερμασίας τῆς πυρετώδους ἀναφέρονται πρὸς
15. τὴν κεφαλὴν, εἶτ’ ἀποτιθεμένης αὐτοὺς τῆς φύσεως εἰς τοὺς
16. ἐπὶ τοῖς ὠσὶν ἀδένας αἱ καλούμεναι γίνονται παρωτίδες.
17. οὔτ’ οὖν τοιαύτη τις ἦν περιουσία χυμῶν εἰς τὴν νῦν γενομένην
18. κατάστασιν καὶ φθάσαντα διεφορήθη τὰ συστάντα
1. παρὰ τοῖς ὠσὶν οἰδήματα, διὰ τὸ πνευματώδες τῆς οὐσίας.
2. εὔδηλον οὖν ὅτι τὰ μὲν καυσώδη κατὰ τὴν ἀρχὴν τοῦ ἦρος
3. ἐγένετο τῶν βορείων πνευσάντων, αἱ δ’ εἰρημέναι παρωτίδες
4. ἐν τῷ λοιπῷ παντί. μετριώταται δ’ ἦσαν εἰκότως δι’
5. ἃς εἶπον αἰτίας, ὥστε καὶ ὀρθοστάδην ὑπ’ αὐτῶν ἐνοχλεῖσθαι
6. τοὺς ἀνθρώπους, ὅπερ ἐστὶ φέρειν αὐτὰς ἀλύπως
7. περιερχομένους καὶ πράσσοντας τὰ συνήθη καὶ μὴ καταναγκαζομένους
8. κλινήρεις γίνεσθαι, καθάπερ ἐν τοῖς σφοδροτέροις
9. νοσήμασι. τά τε γὰρ ἄλλα καὶ οὐδ’ ἐπύρεσσον ἀξιολόγως,
10. ἀλλ’ εἰ καὶ πού τις ἐξ αὐτῶν ἐγένετο θερμότερος,
11. ἐπὶ βραχὺ τοῦτ’ ἔπασχε, διὰ τὴν τοῦ πλεονάσοντος, ὡς εἴρηται,
12. χυμοῦ φύσιν, ἀερώδους τοῦ πλέονος ὄντος καὶ
13. ψυχροῦ.

Cliquer un n° de page pour en afficher l’image