16. Ἐγίνετο δὲ ταῦτα μειρακίοισι, νέοισιν, ἀκμάζουσι καὶ τουτέων
17. τοῖσι περὶ παλαίστραν καὶ γυμνάσια πλείστοισι, γυναιξὶ
18. δ’ ὀλίγῃσιν ἐγένετο.
1. Κοινὸν τοῦτο αἴτιον ἐπὶ πάντων τῶν ἀποσκημμάτων
2. ἐπίστασθαι χρὴ λελεγμένον ὑπ’ αὐτοῦ δι’ ἄλλων, ὡς οἱ μὲν
3. θερμότεροι τῶν χυμῶν εἰς τὰ μετέωρα τοῦ σώματος ἀποσκήπτουσιν,
4. οἱ δὲ ψυχρότεροι κάτω. ἐπεὶ τοίνυν ὁ πλεονάσας
5. ἐν τῇ καταστάσει χυμὸς ὑπόψυχρός τε καὶ ἀερώδης ἦν ἐν
6. τῷ μέσῳ τὴν φύσιν καθεστὼς τῶν τ’ ἄνω ῥᾳδίως φερομένων
7. καὶ τῶν κάτω ῥεπόντων, διὰ τοῦτο μόνοις τοῖς θερμοτέροις
8. τὴν κρᾶσιν ἢ διὰ τὴν ἡλικίαν ἢ διὰ τὸ ἐπιτήδευμα
9. τὴν ὁρμὴν ἔσχε τὴν κεφαλήν. ἴσμεν δ’ ὅτι τὰ μειράκια
10. διὰ τὴν ἡλικίαν, οὐ διὰ τὸ ἐπιτήδευμα θερμὰ, καθάπερ γε
11. καὶ ἀκμάζοντες. οἱ δὲ περὶ παλαίστραν καὶ γυμνάσια διατρίβοντες
12. ἐκ τῶν ἐπιτηδευμάτων. εἰκότως γοῦν ὀλίγαις γυναιξὶν
13. ἐγένετο, ταῖς δηλονότι νέαις τε καὶ φύσει θερμοτέραις
14. καὶ μὴ πάνυ τι βίον ἀργὸν ἐζηκυίαις.