15. Τοῖσι δὲ καὶ μετὰ χρόνον φλεγμοναὶ μετ’ ὀδύνης εἰς ὄρχιν
16. ἑτερόῤῥοπον, τοῖσι δ’ ἐς ἀμφοτέρους.
1. Τοῦ κατενεχθέντος ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα
2. μέρος τι κατὰ τὴν κοινωνίαν τῶν ὀργάνων εἰς τοὺς ὄρχεις
3. ἀφίκετο. λέλεκται δ’ αὐτῷ περὶ τῆς κοινωνίας τῶν γεννητικῶν
4. μορίων πρὸς τὰ κατὰ θώρακα δι’ ἑτέρων γραμμάτων.
5. ἀλλὰ τοῦτό γε τὸ κατασκῆψαν εἰς τοὺς ὄρχεις κακοηθέστερον
6. ἦν ἤδη, οὐκέθ’ ὁμοῖον τῷ ἐξ ἀρχῆς, ὡς ἂν ἐν χρόνῳ
7. πλείονι διασεσηπὸς ἐν τοῖς κατὰ πνεύμονα χωρίοις. εἰκότως
8. τοιγαροῦν αἱ κατὰ τοὺς ὄρχεις φλεγμοναὶ μετ’ ὀδύνης
9. ἐγίνοντο καὶ οὐχ ὥσπερ αἱ παρωτίδες ἀνώδυνοι. τοῦ δ’
10. ἤτοι τὸν ἕτερον ὄρχιν ἢ ἀμφοτέρους δέξασθαι τὴν περιουσίαν
11. τῶν ὑγρῶν αἴτιον ἦν τὸ ποσόν. ἐν αὐτοῖς γὰρ ὀλίγον
12. ἀφίκετο, κατὰ τὸν ἕτερον ὄρχιν ἐστηρίζετο· οἷς δὲ πλέον,
13. κατ’ ἀμφοτέρους.