9. Ἐπιπόνως ταῦτα τοῖσι πλείστοισι.
11. Κατὰ πάντων ὦν εἶπεν ἐπιπεφώνηκε τοῦτο. προειρήκει
12. δὲ βῆχάς τε καὶ φωνὰς βραγχώδεις καὶ ἀποστάσεις εἰς
13. ὄρχιν καί τισιν αὐτῶν καὶ πυρετούς. ταῦτ’ οὖν φησι τὰ
14. συμπτώματα τοῖς πλείστοις τῶν καμνόντων ἐπιπόνως συμβῆναι,
15. τουτέστιν οὐκ εὐφόρως, οὐδ’ ὥστε ῥᾳδίως ἀνέχεσθαι
16. περιιόντας ὀρθοστάδην, ἀλλὰ τοὺς πλείστους αὐτῶν γενέσθαι
17. κλινήρεις, ὡς ἂν ἀεὶ καὶ μᾶλλον ἐν χρόνῳ προϊόντι τῶν
18. ἠθροισμένων περιττωμάτων δριμυτέρων τε καὶ κακοηθεστέρων
19. γινομένων. αἱ γάρ τοι νότιοι καταστάσεις χρονίζουσαι
1. σηπεδόνας ἐργάζονται, καὶ μάλισθ’ ὅταν ὦσιν ὑγραί.
2. τῆς δὲ νῦν καταστάσεως οὐ γενομένης ὑγρᾶς μέχρι πλείστου
3. μὲν οὐδὲν ἀνιαρὸν ἔπασχον τὰ σώματα, τῷ χρόνῳ δ’
4. εἰς τὸ πάσχειν ἀφίκετο, καὶ τοιαῦτα συνέβη τισὶν αὐτῶν
5. ὕστερον, οἷα κατ’ ἀρχὰς εὐθέως πᾶσιν ἦσαν, εἰ νότιος κατάστασις
6. ὑγρὰ ἐγένετο.