9. Τὰ δὲ ἄλλα, ὁκόσα κατ’ ἰητρεῖον, ἀνόσως διῆγον.
11. Διχῶς ἐστὶν ἐν τοῖς ἀντιγράμμασιν εὑρεῖν τὴν κατ’
12. ἰητρεῖον φωνήν· ἐν τισὶ μὲν, ὡς εἴρηται νῦν, τῆς ἐσχάτης
13. συλλαβῆς διὰ τοῦ ο γραφομένης, ἐν τισὶ δὲ διὰ τοῦ η
14. σημαινούσης, τῆς μὲν προτέρας γραφῆς τὰ κατὰ τὸ
15. ἰητρεῖον πραττόμενα, τῆς δὲ δευτέρας γραφῆς τὰ κατὰ
16. τὴν ἰατρικὴν ὅλην, ὡς ἤτοι τῶν κατὰ τὸ ἰητρεῖον ἔργον
17. ἐπὶ τοῖς κάμνουσι γινομένων ἔξω καθεστηκέναι τοὺς
18. Θασίους, ἢ τῶν καθ’ ὅλην τὴν ἰατρικὴν τὰ προειρημένα
1. πασχόντων τῶν καμνόντων. καθ’ ἑκατέραν δὲ τήν τε γραφὴν
2. καὶ τὴν διάνοιαν φαίνεται τὸ μετρίως ἐνοχληθῆναι
3. τοὺς ἀνθρώπους ἐν τῷ χρόνῳ τοῦ ἦρος, ὡς ἂν τῆς τὰς νόσους
4. ἐργαζομένης αἰτίας οὐδέπω τι κακόηθες ἐχούσης, ὃ
5. προϊόντος ἔσχε τοῦ χρόνου.