2. Ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον, τουτέοισιν ἔῤῥεπεν ἡ φύσις
3. ἐπὶ τὸ φθινῶδες.
5. Φθινώδεις ὀνομάζουσιν οἱ παλαιοὶ τῶν ἰατρῶν ὅσοι
6. καὶ φθινώδη νόσον, ἣν καὶ φθόην τινὲς ὀνομάζουσιν, ἐπιτήδειοι
7. παθεῖν. τοιοῦτοι δ’ ὑπάρχουσι φανερώτατον, ὅταν
8. ὁ θώραξ στενὸς καὶ ἀβαθὴς εἰς τοιοῦτον, ὡς τοὺς ὠμοπλάτας
9. ἐξέχειν ὀπίσω δίκην πτερύγων, ἐντεῦθεν δὲ καὶ πτερυγώδεις
10. ὀνομάζουσι τοὺς τοιούτους. ἀλλὰ καὶ ὅσοι
11. τὴν κεφαλὴν εὐπλήρωτοί τέ εἰσι καὶ ῥεύματα πολλὰ τοῖς
12. ἀναπνευστικοῖς μορίοις ἐπιπέμπουσαν ἔχουσι καὶ οὗτοι
13. φθινώδεις ῥᾷστα γίνονται. συνελθόντων δ’ εἰς
14. ταυτὸν ἀμφοῖν, τῆς τε κατὰ τὸν θώρακα διαπλάσεως καὶ
15. τῆς κατὰ τὴν κεφαλὴν ἀσθενείας, ἀκριβῶς αἱ τοιαῦται φύσεις
16. φθινώδεις εἰσὶ κατ’ ἀμφοτέρας τῆς φύσεως τὰς αἰτίας.
17. καὶ γὰρ οἱ ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα ῥευματιζόμενοι
18. τῷ χρόνῳ φθινώδεις γίνονται καὶ ἀναῤῥήγνυτα
19. πολλάκις αὐτοῖς ἀγγεῖον ἐν τῷ πνεύμονι διά τε τὴν στενότητα
1. τοῦ σπλάγχνου καὶ τὴν ἀσθένειαν. τοιοῦτοι μέν τινες
2. οἱ φθινώδεις. εἰρηκότος δὲ τοῦ Ἱπποκράτους, ἐπεὶ καὶ
3. τοῖσιν ἐνδοιαστῶς ἔχουσι, πολλοῖσιν ἐβεβαίωσε τότε, τουτέστι
4. κατὰ τὸ θέρος, εἶτ’ ἐπιφέροντος, ἔστι δ’ οἷσιν ἤρξατο
5. πρῶτον, τουτέοισιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, ἤ μοι
6. δοκεῖ τὸ εἰρημένον εὔλογον εἶναι. πολὺ γὰρ οὖν πιθανώτερον
7. ἐν τῷ ἦρι τοὺς τοιούτους ἄρχεσθαι μᾶλλον ἢ κατὰ
8. τὸ θέρος. οἱ γὰρ ἐπιτήδειοι πάθεσιν ἁλίσκεσθαί τισιν
9. ἑτοιμότερον τῶν ἀνεπιτηδείων αὐτοῖς περιπίπτουσιν. ἔοικεν
10. οὖν ὥσπερ καὶ ἄλλα τινὰ κατὰ τῶν ἐπιδημιῶν τὰ
11. βιβλία ταυτὶ τὴν τάξιν ἠλλαγμένην ἔχειν, τοῦ γράψαντος
12. αὐτὰ πρώτου σφαλέντος, εἶτα φυλαχθείσης τῆς ἁμαρτίας,
13. οὕτως καὶ ταύτῃ τῇ ῥήσει συμβεβηκέναι καὶ εἶναι τὸ συνεχὲς
14. τῇ λέξει τοιόνδε. ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι
15. πολλοῖσιν ἐβεβαίωσε τότε, οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ
16. φθινῶδες. εἶτ’ ἐφεξῆς, ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον τότε.
17. καὶ μετὰ τοῦτο ἐφεξῆς·