8. Ὕδατα πολλὰ, ξυνεχέα μαλθακῶς, ὡς ἐν νοτίοισι.
10. Τρισσῶς ὕδατα γίνεται πολλὰ, ποτὲ μὲν διὰ τὸν ὑετὸν
11. αὐτὸν ἀθρόον ἐκρηγνύμενον, ἐνίοτε δὲ τῷ μήκει τοῦ χρόνου,
12. κἂν ψεκάδες ὦσι μόναι καθ’ ἑκάστην ἡμέραν γινόμεναι,
13. καί ποτ’ ἀμφοῖν ἅμα συνελθόντων. ἔχεις δὲ αὐτῶν
14. πάντων παραδείγματα γεγραμμένα, κατὰ τὰ τῶν ἐπιδημιῶν
15. βιβλία, τοῦ μὲν πρώτου τρόπου τὴν κατάστασιν, ἧς ἄρχεται τόνδε
16. τὸν τρόπον· ἐν Θάσῳ πρὸ ἀρκτούρου ὕδατα πολλά. δηλοῖ
17. γὰρ ταῦτα τὰ μεγάλα, πλῆθος ὕδατος ἀθρόου. τοῦ δὲ
18. δευτέρου τρόπου παράδειγμα τὸ νῦν εἰρημένον ἐστίν· ὕδατα
1. πολλὰ, ξυνεχέα μαλθακῶς. τὸ γὰρ πλῆθος αὐτῶν ἠθροίσθη,
2. διὰ τὸ συνεχὲς ἐν χρόνῳ πλέονι γενέσθαι καὶ μὴ καθάπαξ
3. λάβρως ἐν ἑνὶ καιρῷ. τοῦ δὲ τρίτου τρόπου παράδειγμά
4. ἐστι τὸ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ἐν ἀρχῇ
5. γεγραμμένον, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου. τὸ μὲν
6. γὰρ λάβρον πρὸς τὸν προειρημένον τρόπον κοινόν ἐστι, τὸ
7. δὲ διόλου πρὸς τὸν δεύτερον. περὶ μὲν οὖν ἐκείνων τῶν
8. καταστάσεων αὖθις ἐροῦμεν κατὰ τὸν οἰκεῖον ἑκάτερον, ἣν
9. προκείμενον ἦν ἐν τῷ λόγῳ μεταξὺ τῆς φθινοπωρινῆς ἰσημερίας
10. καὶ τῆς ἀρχῆς τοῦ χειμῶνος γενομένης ὕδατος καθ’
11. ὅλην αὐτὴν ἔσχε μαλθακῶς, ὡς αὐτὸς ἔφην, ὅπερ ἀντίκειται
12. τῷ ἀθρόως καὶ λάβρως καὶ σφοδρῶς.