Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 1.21, ed. Kühn, 1828, vol. 17a, p. 64-66. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:1.21


13. Ἀπέθανον δ’ ὀξυτέρως ἢ ὡς εἴθισται διάγειν τὰ τοιαῦτα.

15. Τοὺς φθινώδεις φησὶ παρὰ τὸ εἰωθὸς ἀποθανεῖν ὀξύτερον.
16. εἶθ’ αὐτὸς ἐφεξῆς ἐρεῖ τὴν αἰτίαν, ἔνθα φησὶ, ἦν
17. δὲ τοῖς πλείστοισιν αὐτῶν παθήματα τοιάδε. φρικώδεες
1. πυρετοὶ, ξυνεχέες, ὀξέες. οὐ γὰρ εἰθισμένον τοῦτο συνυπάρχειν
2. ταῖς φθίσεσι, ὃ φαίνεται τότε γεγενημένον. αἰτία
3. δὲ τοῦ συνελθεῖν εἰς ταὐτὸ ἄμφω, τήν τε φθίσιν καὶ τὸν
4. τοιοῦτον πυρετὸν, ἡ τῆς γενομένης καταστάσεως πρὸς τὰ
5. σώματα πάσχοντα σχέσις. ἐλέχθη γάρ μοι καὶ μικρὸν ἔμπροσθεν
6. ἐκείνους ἁλῶναι μάλιστα τοῖς ἀπὸ τῆς κεφαλῆς κατάῤῥοις,
7. ὅσοι θερμότεροι τὴν κρᾶσιν ἦσαν, οὗτοι γὰρ καὶ
8. μάλιστα ἐπληρώθησαν τὴν κεφαλὴν ἐν τῇ τοῦ νότου καταστάσει.
9. τοῖς αὐτοῖς δὲ τούτοις ἐπὶ πλέον ἐκταθείσης τῆς
10. νεφελώδους διαθέσεως συνέβη σαπῆναι τοὺς ἐν τῷ σώματι
11. χυμοὺς, κᾀντεῦθεν συνέβη κακοήθεια τῶν πυρετῶν. οἷς δ’
12. ἧττον ἦν ἡ κρᾶσις θερμὴ, τούτοις οὐχ ἡ τῶν χυμῶν
13. σῆψις οὔθ’ ἡ τῆς κεφαλῆς πλήρωσις ἐγένετο, πλὴν ὀλίγοις
14. τισὶν αὐτῶν ἐπὶ προήκοντι τῷ χρόνῳ. ὃ γὰρ ἐν
15. ὀλίγῳ χρόνῳ πάσχουσιν αἱ παθεῖν ἐπιτήδειοι φύσεις,
16. τοῦτο ἐν πλείονι ταῖς ἄλλαις συμβαίνει. καὶ οὐδὲν ἦν
17. θαυμαστὸν ἐπὶ νοτίῳ τῇ πρόσθεν καταστάσει τὸ θέρος
18. οὐ νότιον μόνον, ἀλλὰ καὶ νεφελῶδες γενόμενον ἐργάσασθαί 
1. τινα σῆψιν χυμῶν, οὐ μόνον ἐν τοῖς θερμοτέροις, ἀλλὰ
2. καὶ ἐν ψυχροτέροις σώμασιν.

Cliquer un n° de page pour en afficher l’image