Galenus. In Hippocratis Epidemiarum I commentaria (In Hipp. Epid. I comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, p. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1

Hippocratis Epidem. I et Galeni in illum commentarius, 1.24, ed. Kühn, 1828, vol. 17a, p. 67-69. urn:cts:greekLit:tlg0057.tlg089.1st1K-grc1:1.24


7. Ἦν δὲ τοῖς πλείστοισιν αὐτέων τὰ παθήματα τοιάδε, φρικώδεες
8. πυρετοὶ, συνεχέες ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες,
9. ὁ δὲ τρόπος ἡμιτριταῖος, τὴν μίην κουφοτέρην, τῇ δ’
10. ἑτέρῃ ἐπιπαροξυνόμενοι καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον
11. ἐπιδιδόντες.

13. Τοῖς πλείστοις τῶν φθινωδῶν ὑπὲρ ὧν ἐποιεῖτο λόγον
14. παθήματα γενέσθαι φησὶν ἃ κατέλεξεν αὐτὸς ἐφεξῆς, καλοῦσι
15. δὴ παθήματα πάντες οἱ Ἕλληνες, ὅσα παρὰ φύσιν ἐν
16. τοῖς σώμασιν γίνεται· μέμνηται δὲ πρῶτον μὲν αὐτῶν τοῦ
17. φρικώδεες [φησὶν ἦσαν οἱ πυρετοὶ], σημαίνει δὲ τοῦτ’ αὐτὸ
1. τὸ μέχρι πλείστου τῆς ἀναβάσεώς τε καὶ ἐπιδόσεως καλουμένης
2. τοῦ παροξυσμοῦ, τὰς φρίκας γενέσθαι τοῖς νοσοῦσιν.
3. οὐ γὰρ δὴ τούς γε κατὰ τὴν ἀρχὴν τῆς ἐπισημασίας
4. φρικώδεις γενομένους οὕτως ὠνόμασεν, ἀλλ’ ἐφ’ ὧν ἐπὶ πλεῖστον
5. ὅλου τοῦ παροξυσμοῦ τὸ τῆς φρίκης ἐκτέταται σύμπτωμα.
6. καὶ γίνεται διττῶς,· ἐνίοτε μὲν ἀναδιπλώσεις
7. ποιούσης τῆς ἐπιτάσεως, ἐνίοτε δ’ αὐτὸ τοῦτο μόνον, ἀνώμαλον
8. ἀνάβασιν. ἡ διαφορὰ δέ ἐστιν ἐν τῷ ποσῷ
9. τοῦ χρόνου. βραχέσι μὲν γὰρ πάνυ διαλείμμασι διοριζομένων
10. ἀπ’ ἀλλήλων τῶν φρικωδῶν κινήσεων, ἀνώμαλός τε καὶ
11. φρικώδης κίνησις λέγεται. μειζόνων δὲ τῶν διαλειμμάτων
12. ὄντων ἀναδίπλωσις γίνεταί τε καὶ ὀνομάζεται τὸ τοιοῦτον
13. σύμπτωμα. καὶ γίνεται μάλιστα αὕτη κατὰ τοὺς ἡμιτριταίους
14. ὀνομαζομένους πυρετοὺς, διὸ καὶ τρεῖς ὡς τὸ πολὺ καὶ
15. τέτταρες εἰσίν. δέδεικται δὲ τοῦτο ἡμῖν ἐν τοῖς περὶ πυρετῶν
16. λογισμοῖς, ὁ ἡμιτριταῖος ἐπ’ ἀνωμάλῳ συνιστάμενος
17. χυμῷ τὸ μέν τι πικρόχολον δριμὺ, τὸ δέ τι φλεγματῶδες
1. σηπόμενον ἔχοντι. τοιούτους οὖν τότε συνεδρεῦσαί φησι
2. τοὺς φρικώδεις πυρετοὺς διὰ τὴν γενομένην κατάστασιν,
3. ὡς προείρηταί μοι. συνεχέας δ’ αὐτοὺς ὠνόμασεν, ἐνδεικνύμενος
4. τὸ μὴ λήγειν εἰς ἀπυρεξίαν, ὃ δὴ καὶ αὐτὸς ἐξηγούμενος
5. ἐρεῖ, τὸ μὲν ὅλον οὐ διαλείποντες. διαλείποντας γὰρ
6. ἐκείνους ὀνομάζουσιν ἰδίως πυρετοὺς, ὅσοι μετὰ τὴν ἀκμὴν
7. ἀπυρεξίαν τινὰ φέρουσιν, ὅσοι δ’ αἰσθητὴν μὲν ποιοῦνται
8. παρακμὴν, ἀπυρεξίαν δὲ οὐδεμίαν ἔχουσιν, ὀξεῖς καὶ συνεχεῖς
9. καλεῖ, τὴν μὲν ὅλην περίοδον ἔχοντας ὀκτὼ καὶ τεσσαράκοντα
10. ὡρῶν τοὐπίπαν, ὅσων ὥσπερ καὶ ὁ ἡμιτριταῖος,
11. ἀλλ’ οὔτ’ εἰς ἀπυρεξίαν λήγοντας ἔν τε τῇ ἑτέρᾳ
12. τῶν ἡμερῶν τῇ κουφοτέρᾳ φέροντας πάλιν ἕτερον παροξυσμὸν,
13. μικρότερον μὲν θατέρου τοῦ τῆς ἄλλης περιόδου,
14. οὐδὲ τὰς ἀναδιπλώσεις ἔχοντα, δυσεκθέρμαντον δὲ καὶ μόλις
15. ἐπὶ τὴν ἀκμὴν ἀνιόντα. ἴδιον δ’ αὐτοῦ καὶ τὸ τὰς
16. ἐφεξῆς τῇ πρώτῃ περιόδους οὔτε ἀλλήλαις τῇ πρώτῃ ἴσας
17. γίνεσθαι κατὰ τὴν ὀξύτητα, παραυξάνεσθαι δὲ ἀεὶ καὶ σφοδρύνεσθαι
18. μέχρι τῆς τοῦ νοσήματος ἀκμῆς.

Cliquer un n° de page pour en afficher l’image